ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ 1
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1παυλοσ δεσμιοσ χριστου ιησου και τιμοθεοσ ο αδελφοσ φιλημονι τω αγαπητω και συνεργω ημων
1Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν,
2και απφια τη αγαπητη και αρχιππω τω συστρατιωτη ημων και τη κατ οικον σου εκκλησια
2καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ᾿ οἶκόν σου ἐκκλησίᾳ·
3χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
4ευχαριστω τω θεω μου παντοτε μνειαν σου ποιουμενοσ επι των προσευχων μου
4Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
5ακουων σου την αγαπην και την πιστιν ην εχεισ προσ τον κυριον ιησουν και εισ παντασ τουσ αγιουσ
5ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
6οπωσ η κοινωνια τησ πιστεωσ σου ενεργησ γενηται εν επιγνωσει παντοσ αγαθου του εν ημιν εισ χριστον ιησουν
6ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς Χριστὸν Ἰησοῦν.
7χαριν γαρ εχομεν πολλην και παρακλησιν επι τη αγαπη σου οτι τα σπλαγχνα των αγιων αναπεπαυται δια σου αδελφε
7Χαρὰν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
8διο πολλην εν χριστω παρρησιαν εχων επιτασσειν σοι το ανηκον
8Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
9δια την αγαπην μαλλον παρακαλω τοιουτοσ ων ωσ παυλοσ πρεσβυτησ νυνι δε και δεσμιοσ ιησου χριστου
9διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ.
10παρακαλω σε περι του εμου τεκνου ον εγεννησα εν τοισ δεσμοισ μου ονησιμον
10Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον,
11τον ποτε σοι αχρηστον νυνι δε σοι και εμοι ευχρηστον ον ανεπεμψα
11τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα·
12συ δε αυτον τουτ εστιν τα εμα σπλαγχνα προσλαβου
12σὺ δὲ αὐτόν, τοῦτ᾿ ἔστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ·
13ον εγω εβουλομην προσ εμαυτον κατεχειν ινα υπερ σου διακονη μοι εν τοισ δεσμοισ του ευαγγελιου
13ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου·
14χωρισ δε τησ σησ γνωμησ ουδεν ηθελησα ποιησαι ινα μη ωσ κατα αναγκην το αγαθον σου η αλλα κατα εκουσιον
14χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.
15ταχα γαρ δια τουτο εχωρισθη προσ ωραν ινα αιωνιον αυτον απεχησ
15Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς·
16ουκετι ωσ δουλον αλλ υπερ δουλον αδελφον αγαπητον μαλιστα εμοι ποσω δε μαλλον σοι και εν σαρκι και εν κυριω
16οὐκέτι ὡς δοῦλον, ἀλλ᾿ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ.
17ει ουν με εχεισ κοινωνον προσλαβου αυτον ωσ εμε
17Εἰ οὖν ἐμὲ ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
18ει δε τι ηδικησεν σε η οφειλει τουτο εμοι ελλογει
18Εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει·
19εγω παυλοσ εγραψα τη εμη χειρι εγω αποτισω ινα μη λεγω σοι οτι και σεαυτον μοι προσοφειλεισ
19ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
20ναι αδελφε εγω σου οναιμην εν κυριω αναπαυσον μου τα σπλαγχνα εν κυριω
20Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ.
21πεποιθωσ τη υπακοη σου εγραψα σοι ειδωσ οτι και υπερ ο λεγω ποιησεισ
21Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις.
22αμα δε και ετοιμαζε μοι ξενιαν ελπιζω γαρ οτι δια των προσευχων υμων χαρισθησομαι υμιν
22Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
23ασπαζονται σε επαφρασ ο συναιχμαλωτοσ μου εν χριστω ιησου
23Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
24μαρκοσ αρισταρχοσ δημασ λουκασ οι συνεργοι μου
24Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25η χαρισ του κυριου ημων ιησου χριστου μετα του πνευματοσ υμων αμην
25Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.