ΙΟΥΔΑ 1
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ιουδασ ιησου χριστου δουλοσ αδελφοσ δε ιακωβου τοισ εν θεω πατρι ηγιασμενοισ και ιησου χριστω τετηρημενοισ κλητοισ
1Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις, κλητοῖς·
2ελεοσ υμιν και ειρηνη και αγαπη πληθυνθειη
2ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3αγαπητοι πασαν σπουδην ποιουμενοσ γραφειν υμιν περι τησ κοινησ σωτηριασ αναγκην εσχον γραψαι υμιν παρακαλων επαγωνιζεσθαι τη απαξ παραδοθειση τοισ αγιοισ πιστει
3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4παρεισεδυσαν γαρ τινεσ ανθρωποι οι παλαι προγεγραμμενοι εισ τουτο το κριμα ασεβεισ την του θεου ημων χαριν μετατιθεντεσ εισ ασελγειαν και τον μονον δεσποτην θεον και κυριον ημων ιησουν χριστον αρνουμενοι
4Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον δεσπότην Θεὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
5υπομνησαι δε υμασ βουλομαι ειδοτασ υμασ απαξ τουτο οτι ο κυριοσ λαον εκ γησ αιγυπτου σωσασ το δευτερον τουσ μη πιστευσαντασ απωλεσεν
5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος, λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
6αγγελουσ τε τουσ μη τηρησαντασ την εαυτων αρχην αλλα απολιποντασ το ιδιον οικητηριον εισ κρισιν μεγαλησ ημερασ δεσμοισ αιδιοισ υπο ζοφον τετηρηκεν
6Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.
7ωσ σοδομα και γομορρα και αι περι αυτασ πολεισ τον ομοιον τουτοισ τροπον εκπορνευσασαι και απελθουσαι οπισω σαρκοσ ετερασ προκεινται δειγμα πυροσ αιωνιου δικην υπεχουσαι
7Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8ομοιωσ μεντοι και ουτοι ενυπνιαζομενοι σαρκα μεν μιαινουσιν κυριοτητα δε αθετουσιν δοξασ δε βλασφημουσιν
8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν.
9ο δε μιχαηλ ο αρχαγγελοσ οτε τω διαβολω διακρινομενοσ διελεγετο περι του μωυσεωσ σωματοσ ουκ ετολμησεν κρισιν επενεγκειν βλασφημιασ αλλ ειπεν επιτιμησαι σοι κυριοσ
9Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾿ εἶπεν, Ἐπιτιμήσαι σοι Κύριος.
10ουτοι δε οσα μεν ουκ οιδασιν βλασφημουσιν οσα δε φυσικωσ ωσ τα αλογα ζωα επιστανται εν τουτοισ φθειρονται
10Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται.
11ουαι αυτοισ οτι τη οδω του καιν επορευθησαν και τη πλανη του βαλααμ μισθου εξεχυθησαν και τη αντιλογια του κορε απωλοντο
11Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
12ουτοι εισιν εν ταισ αγαπαισ υμων σπιλαδεσ συνευωχουμενοι αφοβωσ εαυτουσ ποιμαινοντεσ νεφελαι ανυδροι υπο ανεμων παραφερομεναι δενδρα φθινοπωρινα ακαρπα δισ αποθανοντα εκριζωθεντα
12Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων περιφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα·
13κυματα αγρια θαλασσησ επαφριζοντα τασ εαυτων αισχυνασ αστερεσ πλανηται οισ ο ζοφοσ του σκοτουσ εισ αιωνα τετηρηται
13κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται.
14προεφητευσεν δε και τουτοισ εβδομοσ απο αδαμ ενωχ λεγων ιδου ηλθεν κυριοσ εν αγιαισ μυριασιν αυτου
14Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθε Κύριος ἐν μυριάσιν ἁγίαις αὐτοῦ,
15ποιησαι κρισιν κατα παντων και ελεγξαι παντασ τουσ ασεβεισ αυτων περι παντων των εργων ασεβειασ αυτων ων ησεβησαν και περι παντων των σκληρων ων ελαλησαν κατ αυτου αμαρτωλοι ασεβεισ
15ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐξελέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾿ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
16ουτοι εισιν γογγυσται μεμψιμοιροι κατα τασ επιθυμιασ αυτων πορευομενοι και το στομα αυτων λαλει υπερογκα θαυμαζοντεσ προσωπα ωφελειασ χαριν
16Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17υμεισ δε αγαπητοι μνησθητε των ρηματων των προειρημενων υπο των αποστολων του κυριου ημων ιησου χριστου
17Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
18οτι ελεγον υμιν οτι εν εσχατω χρονω εσονται εμπαικται κατα τασ εαυτων επιθυμιασ πορευομενοι των ασεβειων
18ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
19ουτοι εισιν οι αποδιοριζοντεσ ψυχικοι πνευμα μη εχοντεσ
19Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ἑαυτούς, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
20υμεισ δε αγαπητοι τη αγιωτατη υμων πιστει εποικοδομουντεσ εαυτουσ εν πνευματι αγιω προσευχομενοι
20Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
21εαυτουσ εν αγαπη θεου τηρησατε προσδεχομενοι το ελεοσ του κυριου ημων ιησου χριστου εισ ζωην αιωνιον
21ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
22και ουσ μεν ελεειτε διακρινομενοι
22Καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι·
23ουσ δε εν φοβω σωζετε εκ πυροσ αρπαζοντεσ μισουντεσ και τον απο τησ σαρκοσ εσπιλωμενον χιτωνα
23οὓς δὲ ἐν φόβῳ σώζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24τω δε δυναμενω φυλαξαι αυτουσ απταιστουσ και στησαι κατενωπιον τησ δοξησ αυτου αμωμουσ εν αγαλλιασει
24Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
25μονω σοφω θεω σωτηρι ημων δοξα και μεγαλωσυνη κρατοσ και εξουσια και νυν και εισ παντασ τουσ αιωνασ αμην
25μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.