ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 1
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1παυλοσ και σιλουανοσ και τιμοθεοσ τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστω χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
1Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρί, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
2ευχαριστουμεν τω θεω παντοτε περι παντων υμων μνειαν υμων ποιουμενοι επι των προσευχων ημων
2Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,
3αδιαλειπτωσ μνημονευοντεσ υμων του εργου τησ πιστεωσ και του κοπου τησ αγαπησ και τησ υπομονησ τησ ελπιδοσ του κυριου ημων ιησου χριστου εμπροσθεν του θεου και πατροσ ημων
3ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν·
4ειδοτεσ αδελφοι ηγαπημενοι υπο θεου την εκλογην υμων
4εἰδότες, ἀδελφοὶ ἠγαπημένοι, ὑπὸ Θεοῦ τὴν ἐκλογὴν ὑμῶν·
5οτι το ευαγγελιον ημων ουκ εγενηθη εισ υμασ εν λογω μονον αλλα και εν δυναμει και εν πνευματι αγιω και εν πληροφορια πολλη καθωσ οιδατε οιοι εγενηθημεν εν υμιν δι υμασ
5ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι᾿ ὑμᾶς.
6και υμεισ μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρασ πνευματοσ αγιου
6Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
7ωστε γενεσθαι υμασ τυπουσ πασιν τοισ πιστευουσιν εν τη μακεδονια και τη αχαια
7ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ.
8αφ υμων γαρ εξηχηται ο λογοσ του κυριου ου μονον εν τη μακεδονια και εν τη αχαια αλλα και εν παντι τοπω η πιστισ υμων η προσ τον θεον εξεληλυθεν ωστε μη χρειαν ημασ εχειν λαλειν τι
8Ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι.
9αυτοι γαρ περι ημων απαγγελλουσιν οποιαν εισοδον εσχομεν προσ υμασ και πωσ επεστρεψατε προσ τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω
9Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ,
10και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ των νεκρων ιησουν τον ρυομενον ημασ απο τησ οργησ τησ ερχομενησ
10καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
Tip: use the ← and → keys to turn chapters.