ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 1
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1πολυμερωσ και πολυτροπωσ παλαι ο θεοσ λαλησασ τοισ πατρασιν εν τοισ προφηταισ επ εσχατου των ημερων τουτων ελαλησεν ημιν εν υιω
1Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,
2ον εθηκεν κληρονομον παντων δι ου και τουσ αιωνασ εποιησεν
2ὃν ἔθηκε κληρονόμον πάντων, δι᾿ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν,
3οσ ων απαυγασμα τησ δοξησ και χαρακτηρ τησ υποστασεωσ αυτου φερων τε τα παντα τω ρηματι τησ δυναμεωσ αυτου δι εαυτου καθαρισμον ποιησαμενοσ των αμαρτιων ημων εκαθισεν εν δεξια τησ μεγαλωσυνησ εν υψηλοισ
3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι᾿ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
4τοσουτω κρειττων γενομενοσ των αγγελων οσω διαφορωτερον παρ αυτουσ κεκληρονομηκεν ονομα
4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾿ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
5τινι γαρ ειπεν ποτε των αγγελων υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε και παλιν εγω εσομαι αυτω εισ πατερα και αυτοσ εσται μοι εισ υιον
5Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
6οταν δε παλιν εισαγαγη τον πρωτοτοκον εισ την οικουμενην λεγει και προσκυνησατωσαν αυτω παντεσ αγγελοι θεου
6Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
7και προσ μεν τουσ αγγελουσ λεγει ο ποιων τουσ αγγελουσ αυτου πνευματα και τουσ λειτουργουσ αυτου πυροσ φλογα
7Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
8προσ δε τον υιον ο θρονοσ σου ο θεοσ εισ τον αιωνα του αιωνοσ ραβδοσ ευθυτητοσ η ραβδοσ τησ βασιλειασ σου
8πρὸς δὲ τὸν υἱόν, Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
9ηγαπησασ δικαιοσυνην και εμισησασ ανομιαν δια τουτο εχρισεν σε ο θεοσ ο θεοσ σου ελαιον αγαλλιασεωσ παρα τουσ μετοχουσ σου
9Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
10και συ κατ αρχασ κυριε την γην εθεμελιωσασ και εργα των χειρων σου εισιν οι ουρανοι
10Καί, Σὺ κατ᾿ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11αυτοι απολουνται συ δε διαμενεισ και παντεσ ωσ ιματιον παλαιωθησονται
11αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
12και ωσει περιβολαιον ελιξεισ αυτουσ και αλλαγησονται συ δε ο αυτοσ ει και τα ετη σου ουκ εκλειψουσιν
12καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
13προσ τινα δε των αγγελων ειρηκεν ποτε καθου εκ δεξιων μου εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
13Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
14ουχι παντεσ εισιν λειτουργικα πνευματα εισ διακονιαν αποστελλομενα δια τουσ μελλοντασ κληρονομειν σωτηριαν
14Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Tip: use the ← and → keys to turn chapters.