ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 6
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1διο αφεντεσ τον τησ αρχησ του χριστου λογον επι την τελειοτητα φερωμεθα μη παλιν θεμελιον καταβαλλομενοι μετανοιασ απο νεκρων εργων και πιστεωσ επι θεον
1Διό, ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεόν,
2βαπτισμων διδαχησ επιθεσεωσ τε χειρων αναστασεωσ τε νεκρων και κριματοσ αιωνιου
2βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου.
3και τουτο ποιησωμεν εανπερ επιτρεπη ο θεοσ
3Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.
4αδυνατον γαρ τουσ απαξ φωτισθεντασ γευσαμενουσ τε τησ δωρεασ τησ επουρανιου και μετοχουσ γενηθεντασ πνευματοσ αγιου
4Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου,
5και καλον γευσαμενουσ θεου ρημα δυναμεισ τε μελλοντοσ αιωνοσ
5καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος,
6και παραπεσοντασ παλιν ανακαινιζειν εισ μετανοιαν ανασταυρουντασ εαυτοισ τον υιον του θεου και παραδειγματιζοντασ
6καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.
7γη γαρ η πιουσα τον επ αυτησ πολλακισ ερχομενον υετον και τικτουσα βοτανην ευθετον εκεινοισ δι ουσ και γεωργειται μεταλαμβανει ευλογιασ απο του θεου
7Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾿ αὐτῆς πολλάκις ἐρχόμενον ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾿ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ·
8εκφερουσα δε ακανθασ και τριβολουσ αδοκιμοσ και καταρασ εγγυσ ησ το τελοσ εισ καυσιν
8ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
9πεπεισμεθα δε περι υμων αγαπητοι τα κρεισσονα και εχομενα σωτηριασ ει και ουτωσ λαλουμεν
9Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν·
10ου γαρ αδικοσ ο θεοσ επιλαθεσθαι του εργου υμων και του κοπου τησ αγαπησ ησ ενεδειξασθε εισ το ονομα αυτου διακονησαντεσ τοισ αγιοισ και διακονουντεσ
10οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
11επιθυμουμεν δε εκαστον υμων την αυτην ενδεικνυσθαι σπουδην προσ την πληροφοριαν τησ ελπιδοσ αχρι τελουσ
11Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους·
12ινα μη νωθροι γενησθε μιμηται δε των δια πιστεωσ και μακροθυμιασ κληρονομουντων τασ επαγγελιασ
12ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
13τω γαρ αβρααμ επαγγειλαμενοσ ο θεοσ επει κατ ουδενοσ ειχεν μειζονοσ ομοσαι ωμοσεν καθ εαυτου
13Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾿ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾿ ἑαυτοῦ,
14λεγων η μην ευλογων ευλογησω σε και πληθυνων πληθυνω σε
14λέγων, Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε.
15και ουτωσ μακροθυμησασ επετυχεν τησ επαγγελιασ
15Καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.
16ανθρωποι μεν γαρ κατα του μειζονοσ ομνυουσιν και πασησ αυτοισ αντιλογιασ περασ εισ βεβαιωσιν ο ορκοσ
16Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος.
17εν ω περισσοτερον βουλομενοσ ο θεοσ επιδειξαι τοισ κληρονομοισ τησ επαγγελιασ το αμεταθετον τησ βουλησ αυτου εμεσιτευσεν ορκω
17Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
18ινα δια δυο πραγματων αμεταθετων εν οισ αδυνατον ψευσασθαι θεον ισχυραν παρακλησιν εχωμεν οι καταφυγοντεσ κρατησαι τησ προκειμενησ ελπιδοσ
18ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
19ην ωσ αγκυραν εχομεν τησ ψυχησ ασφαλη τε και βεβαιαν και εισερχομενην εισ το εσωτερον του καταπετασματοσ
19ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος·
20οπου προδρομοσ υπερ ημων εισηλθεν ιησουσ κατα την ταξιν μελχισεδεκ αρχιερευσ γενομενοσ εισ τον αιωνα
20ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
Tip: use the ← and → keys to turn chapters.