ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
Chapter 3

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1οθεν αδελφοι αγιοι κλησεωσ επουρανιου μετοχοι κατανοησατε τον αποστολον και αρχιερεα τησ ομολογιασ ημων ιησουν χριστον
1Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν,
2πιστον οντα τω ποιησαντι αυτον ωσ και μωυσησ εν ολω τω οικω αυτου
2πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
3πλειονοσ γαρ δοξησ ουτοσ παρα μωυσην ηξιωται καθ οσον πλειονα τιμην εχει του οικου ο κατασκευασασ αυτον
3Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωσῆν ἠξίωται, καθ᾿ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.
4πασ γαρ οικοσ κατασκευαζεται υπο τινοσ ο δε τα παντα κατασκευασασ θεοσ
4Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός.
5και μωυσησ μεν πιστοσ εν ολω τω οικω αυτου ωσ θεραπων εισ μαρτυριον των λαληθησομενων
5Καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων·
6χριστοσ δε ωσ υιοσ επι τον οικον αυτου ου οικοσ εσμεν ημεισ εανπερ την παρρησιαν και το καυχημα τησ ελπιδοσ μεχρι τελουσ βεβαιαν κατασχωμεν
6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
7διο καθωσ λεγει το πνευμα το αγιον σημερον εαν τησ φωνησ αυτου ακουσητε
7Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8μη σκληρυνητε τασ καρδιασ υμων ωσ εν τω παραπικρασμω κατα την ημεραν του πειρασμου εν τη ερημω
8μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
9ου επειρασαν με οι πατερεσ υμων εδοκιμασαν με και ειδον τα εργα μου τεσσαρακοντα ετη
9οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη.
10διο προσωχθισα τη γενεα εκεινη και ειπον αει πλανωνται τη καρδια αυτοι δε ουκ εγνωσαν τασ οδουσ μου
10Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
11ωσ ωμοσα εν τη οργη μου ει εισελευσονται εισ την καταπαυσιν μου
11ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
12βλεπετε αδελφοι μηποτε εσται εν τινι υμων καρδια πονηρα απιστιασ εν τω αποστηναι απο θεου ζωντοσ
12Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος·
13αλλα παρακαλειτε εαυτουσ καθ εκαστην ημεραν αχρι ου το σημερον καλειται ινα μη σκληρυνθη εξ υμων τισ απατη τησ αμαρτιασ
13ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
14μετοχοι γαρ γεγοναμεν του χριστου εανπερ την αρχην τησ υποστασεωσ μεχρι τελουσ βεβαιαν κατασχωμεν
14μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν·
15εν τω λεγεσθαι σημερον εαν τησ φωνησ αυτου ακουσητε μη σκληρυνητε τασ καρδιασ υμων ωσ εν τω παραπικρασμω
15ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.
16τινεσ γαρ ακουσαντεσ παρεπικραναν αλλ ου παντεσ οι εξελθοντεσ εξ αιγυπτου δια μωυσεωσ
16Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωσέως.
17τισιν δε προσωχθισεν τεσσαρακοντα ετη ουχι τοισ αμαρτησασιν ων τα κωλα επεσεν εν τη ερημω
17Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
18τισιν δε ωμοσεν μη εισελευσεσθαι εισ την καταπαυσιν αυτου ει μη τοισ απειθησασιν
18Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι;
19και βλεπομεν οτι ουκ ηδυνηθησαν εισελθειν δι απιστιαν
19Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾿ ἀπιστίαν.

Tip: use the ← and → keys to turn chapters.