ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
Chapter 7

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ουτοσ γαρ ο μελχισεδεκ βασιλευσ σαλημ ιερευσ του θεου του υψιστου ο συναντησασ αβρααμ υποστρεφοντι απο τησ κοπησ των βασιλεων και ευλογησασ αυτον
1Οὗτος γὰρ ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
2ω και δεκατην απο παντων εμερισεν αβρααμ πρωτον μεν ερμηνευομενοσ βασιλευσ δικαιοσυνησ επειτα δε και βασιλευσ σαλημ ο εστιν βασιλευσ ειρηνησ
2ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ — πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης·
3απατωρ αμητωρ αγενεαλογητοσ μητε αρχην ημερων μητε ζωησ τελοσ εχων αφωμοιωμενοσ δε τω υιω του θεου μενει ιερευσ εισ το διηνεκεσ
3ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ — μένει ἱερεὺς εἰς τὸ διηνεκές.
4θεωρειτε δε πηλικοσ ουτοσ ω και δεκατην αβρααμ εδωκεν εκ των ακροθινιων ο πατριαρχησ
4Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
5και οι μεν εκ των υιων λευι την ιερατειαν λαμβανοντεσ εντολην εχουσιν αποδεκατουν τον λαον κατα τον νομον τουτ εστιν τουσ αδελφουσ αυτων καιπερ εξεληλυθοτασ εκ τησ οσφυοσ αβρααμ
5Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ᾿ ἔστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
6ο δε μη γενεαλογουμενοσ εξ αυτων δεδεκατωκεν τον αβρααμ και τον εχοντα τασ επαγγελιασ ευλογηκεν
6ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε.
7χωρισ δε πασησ αντιλογιασ το ελαττον υπο του κρειττονοσ ευλογειται
7Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
8και ωδε μεν δεκατασ αποθνησκοντεσ ανθρωποι λαμβανουσιν εκει δε μαρτυρουμενοσ οτι ζη
8Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δέ, μαρτυρούμενος ὅτι ζῇ.
9και ωσ εποσ ειπειν δια αβρααμ και λευι ο δεκατασ λαμβανων δεδεκατωται
9Καί, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται·
10ετι γαρ εν τη οσφυι του πατροσ ην οτε συνηντησεν αυτω ο μελχισεδεκ
10ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.
11ει μεν ουν τελειωσισ δια τησ λευιτικησ ιερωσυνησ ην ο λαοσ γαρ επ αυτη νενομοθετητο τισ ετι χρεια κατα την ταξιν μελχισεδεκ ετερον ανιστασθαι ιερεα και ου κατα την ταξιν ααρων λεγεσθαι
11Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν — ὁ λαὸς γὰρ ἐπ᾿ αὐτῇ νενομοθέτητο — τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
12μετατιθεμενησ γαρ τησ ιερωσυνησ εξ αναγκησ και νομου μεταθεσισ γινεται
12Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
13εφ ον γαρ λεγεται ταυτα φυλησ ετερασ μετεσχηκεν αφ ησ ουδεισ προσεσχηκεν τω θυσιαστηριω
13Ἐφ᾿ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾿ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.
14προδηλον γαρ οτι εξ ιουδα ανατεταλκεν ο κυριοσ ημων εισ ην φυλην ουδεν περι ιερωσυνησ μωυσησ ελαλησεν
14Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωσῆς ἐλάλησε.
15και περισσοτερον ετι καταδηλον εστιν ει κατα την ομοιοτητα μελχισεδεκ ανισταται ιερευσ ετεροσ
15Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος,
16οσ ου κατα νομον εντολησ σαρκικησ γεγονεν αλλα κατα δυναμιν ζωησ ακαταλυτου
16ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·
17μαρτυρει γαρ οτι συ ιερευσ εισ τον αιωνα κατα την ταξιν μελχισεδεκ
17μαρτυρεῖ γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
18αθετησισ μεν γαρ γινεται προαγουσησ εντολησ δια το αυτησ ασθενεσ και ανωφελεσ
18Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές·
19ουδεν γαρ ετελειωσεν ο νομοσ επεισαγωγη δε κρειττονοσ ελπιδοσ δι ησ εγγιζομεν τω θεω
19οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾿ ἧς ἐγγίζομεν τῷ Θεῷ.
20και καθ οσον ου χωρισ ορκωμοσιασ οι μεν γαρ χωρισ ορκωμοσιασ εισιν ιερεισ γεγονοτεσ
20Καὶ καθ᾿ ὅσον οὐ χωρὶς ὁρκωμοσίας — οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
21ο δε μετα ορκωμοσιασ δια του λεγοντοσ προσ αυτον ωμοσεν κυριοσ και ου μεταμεληθησεται συ ιερευσ εισ τον αιωνα κατα την ταξιν μελχισεδεκ
21ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν, Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ —
22κατα τοσουτον κρειττονοσ διαθηκησ γεγονεν εγγυοσ ιησουσ
22κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
23και οι μεν πλειονεσ εισιν γεγονοτεσ ιερεισ δια το θανατω κωλυεσθαι παραμενειν
23Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
24ο δε δια το μενειν αυτον εισ τον αιωνα απαραβατον εχει την ιερωσυνην
24ὁ δέ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην.
25οθεν και σωζειν εισ το παντελεσ δυναται τουσ προσερχομενουσ δι αυτου τω θεω παντοτε ζων εισ το εντυγχανειν υπερ αυτων
25Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾿ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26τοιουτοσ γαρ ημιν επρεπεν αρχιερευσ οσιοσ ακακοσ αμιαντοσ κεχωρισμενοσ απο των αμαρτωλων και υψηλοτεροσ των ουρανων γενομενοσ
26Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·
27οσ ουκ εχει καθ ημεραν αναγκην ωσπερ οι αρχιερεισ προτερον υπερ των ιδιων αμαρτιων θυσιασ αναφερειν επειτα των του λαου τουτο γαρ εποιησεν εφαπαξ εαυτον ανενεγκασ
27ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας.
28ο νομοσ γαρ ανθρωπουσ καθιστησιν αρχιερεισ εχοντασ ασθενειαν ο λογοσ δε τησ ορκωμοσιασ τησ μετα τον νομον υιον εισ τον αιωνα τετελειωμενον
28Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

Tip: use the ← and → keys to turn chapters.