ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
Chapter 12

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1τοιγαρουν και ημεισ τοσουτον εχοντεσ περικειμενον ημιν νεφοσ μαρτυρων ογκον αποθεμενοι παντα και την ευπεριστατον αμαρτιαν δι υπομονησ τρεχωμεν τον προκειμενον ημιν αγωνα
1Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
2αφορωντεσ εισ τον τησ πιστεωσ αρχηγον και τελειωτην ιησουν οσ αντι τησ προκειμενησ αυτω χαρασ υπεμεινεν σταυρον αισχυνησ καταφρονησασ εν δεξια τε του θρονου του θεου κεκαθικεν
2ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὅς, ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ ἐκάθισεν.
3αναλογισασθε γαρ τον τοιαυτην υπομεμενηκοτα υπο των αμαρτωλων εισ αυτον αντιλογιαν ινα μη καμητε ταισ ψυχαισ υμων εκλυομενοι
3Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
4ουπω μεχρι αιματοσ αντικατεστητε προσ την αμαρτιαν ανταγωνιζομενοι
4Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι·
5και εκλελησθε τησ παρακλησεωσ ητισ υμιν ωσ υιοισ διαλεγεται υιε μου μη ολιγωρει παιδειασ κυριου μηδε εκλυου υπ αυτου ελεγχομενοσ
5καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος·
6ον γαρ αγαπα κυριοσ παιδευει μαστιγοι δε παντα υιον ον παραδεχεται
6ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
7εισ παιδειαν υπομενετε ωσ υιοισ υμιν προσφερεται ο θεοσ τισ γαρ εστιν υιοσ ον ου παιδευει πατηρ
7Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;
8ει δε χωρισ εστε παιδειασ ησ μετοχοι γεγονασιν παντεσ αρα νοθοι εστε και ουχ υιοι
8Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί.
9ειτα τουσ μεν τησ σαρκοσ ημων πατερασ ειχομεν παιδευτασ και ενετρεπομεθα ου πολλω μαλλον υποταγησομεθα τω πατρι των πνευματων και ζησομεν
9Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτάς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν;
10οι μεν γαρ προσ ολιγασ ημερασ κατα το δοκουν αυτοισ επαιδευον ο δε επι το συμφερον εισ το μεταλαβειν τησ αγιοτητοσ αυτου
10Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
11πασα δε παιδεια προσ μεν το παρον ου δοκει χαρασ ειναι αλλα λυπησ υστερον δε καρπον ειρηνικον τοισ δι αυτησ γεγυμνασμενοισ αποδιδωσιν δικαιοσυνησ
11Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾿ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
12διο τασ παρειμενασ χειρασ και τα παραλελυμενα γονατα ανορθωσατε
12Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε·
13και τροχιασ ορθασ ποιησατε τοισ ποσιν υμων ινα μη το χωλον εκτραπη ιαθη δε μαλλον
13καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14ειρηνην διωκετε μετα παντων και τον αγιασμον ου χωρισ ουδεισ οψεται τον κυριον
14Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον·
15επισκοπουντεσ μη τισ υστερων απο τησ χαριτοσ του θεου μη τισ ριζα πικριασ ανω φυουσα ενοχλη και δια ταυτησ μιανθωσιν πολλοι
15ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί·
16μη τισ πορνοσ η βεβηλοσ ωσ ησαυ οσ αντι βρωσεωσ μιασ απεδοτο τα πρωτοτοκια αυτου
16μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.
17ιστε γαρ οτι και μετεπειτα θελων κληρονομησαι την ευλογιαν απεδοκιμασθη μετανοιασ γαρ τοπον ουχ ευρεν καιπερ μετα δακρυων εκζητησασ αυτην
17Ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
18ου γαρ προσεληλυθατε ψηλαφωμενω ορει και κεκαυμενω πυρι και γνοφω και σκοτω και θυελλη
18Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρί, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ,
19και σαλπιγγοσ ηχω και φωνη ρηματων ησ οι ακουσαντεσ παρητησαντο μη προστεθηναι αυτοισ λογον
19καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
20ουκ εφερον γαρ το διαστελλομενον καν θηριον θιγη του ορουσ λιθοβοληθησεται
20οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται·
21και ουτωσ φοβερον ην το φανταζομενον μωυσησ ειπεν εκφοβοσ ειμι και εντρομοσ
21καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος.
22αλλα προσεληλυθατε σιων ορει και πολει θεου ζωντοσ ιερουσαλημ επουρανιω και μυριασιν αγγελων
22Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων,
23πανηγυρει και εκκλησια πρωτοτοκων εν ουρανοισ απογεγραμμενων και κριτη θεω παντων και πνευμασιν δικαιων τετελειωμενων
23πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
24και διαθηκησ νεασ μεσιτη ιησου και αιματι ραντισμου κρειττον λαλουντι παρα τον αβελ
24καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρείττονα λαλοῦντι παρὰ τὸν Ἄβελ.
25βλεπετε μη παραιτησησθε τον λαλουντα ει γαρ εκεινοι ουκ εφυγον τον επι γησ παραιτησαμενοι χρηματιζοντα πολλω μαλλον ημεισ οι τον απ ουρανων αποστρεφομενοι
25Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον, τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾿ οὐρανῶν ἀποστρεφόμενοι·
26ου η φωνη την γην εσαλευσεν τοτε νυν δε επηγγελται λεγων ετι απαξ εγω σειω ου μονον την γην αλλα και τον ουρανον
26οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται, λέγων, Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.
27το δε ετι απαξ δηλοι των σαλευομενων την μεταθεσιν ωσ πεποιημενων ινα μεινη τα μη σαλευομενα
27Τὸ δέ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
28διο βασιλειαν ασαλευτον παραλαμβανοντεσ εχωμεν χαριν δι ησ λατρευομεν ευαρεστωσ τω θεω μετα αιδουσ και ευλαβειασ
28Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, δι᾿ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας·
29και γαρ ο θεοσ ημων πυρ καταναλισκον
29καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.

Tip: use the ← and → keys to turn chapters.