ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
Chapter 2

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1δια τουτο δει περισσοτερωσ ημασ προσεχειν τοισ ακουσθεισιν μηποτε παραρρυωμεν
1Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραρρυῶμεν.
2ει γαρ ο δι αγγελων λαληθεισ λογοσ εγενετο βεβαιοσ και πασα παραβασισ και παρακοη ελαβεν ενδικον μισθαποδοσιαν
2Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
3πωσ ημεισ εκφευξομεθα τηλικαυτησ αμελησαντεσ σωτηριασ ητισ αρχην λαβουσα λαλεισθαι δια του κυριου υπο των ακουσαντων εισ ημασ εβεβαιωθη
3πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
4συνεπιμαρτυρουντοσ του θεου σημειοισ τε και τερασιν και ποικιλαισ δυναμεσιν και πνευματοσ αγιου μερισμοισ κατα την αυτου θελησιν
4συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.
5ου γαρ αγγελοισ υπεταξεν την οικουμενην την μελλουσαν περι ησ λαλουμεν
5Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.
6διεμαρτυρατο δε που τισ λεγων τι εστιν ανθρωποσ οτι μιμνησκη αυτου η υιοσ ανθρωπου οτι επισκεπτη αυτον
6Διεμαρτύρατο δέ πού τις λέγων, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; Ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
7ηλαττωσασ αυτον βραχυ τι παρ αγγελουσ δοξη και τιμη εστεφανωσασ αυτον
7Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου·
8παντα υπεταξασ υποκατω των ποδων αυτου εν γαρ τω υποταξαι αυτω τα παντα ουδεν αφηκεν αυτω ανυποτακτον νυν δε ουπω ορωμεν αυτω τα παντα υποτεταγμενα
8πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.
9τον δε βραχυ τι παρ αγγελουσ ηλαττωμενον βλεπομεν ιησουν δια το παθημα του θανατου δοξη και τιμη εστεφανωμενον οπωσ χαριτι θεου υπερ παντοσ γευσηται θανατου
9Τὸν δὲ βραχύ τι παρ᾿ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
10επρεπεν γαρ αυτω δι ον τα παντα και δι ου τα παντα πολλουσ υιουσ εισ δοξαν αγαγοντα τον αρχηγον τησ σωτηριασ αυτων δια παθηματων τελειωσαι
10Ἔπρεπε γὰρ αὐτῷ, δι᾿ ὃν τὰ πάντα, καὶ δι᾿ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
11ο τε γαρ αγιαζων και οι αγιαζομενοι εξ ενοσ παντεσ δι ην αιτιαν ουκ επαισχυνεται αδελφουσ αυτουσ καλειν
11Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν,
12λεγων απαγγελω το ονομα σου τοισ αδελφοισ μου εν μεσω εκκλησιασ υμνησω σε
12λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.
13και παλιν εγω εσομαι πεποιθωσ επ αυτω και παλιν ιδου εγω και τα παιδια α μοι εδωκεν ο θεοσ
13Καὶ πάλιν, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ. Καὶ πάλιν, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.
14επει ουν τα παιδια κεκοινωνηκεν σαρκοσ και αιματοσ και αυτοσ παραπλησιωσ μετεσχεν των αυτων ινα δια του θανατου καταργηση τον το κρατοσ εχοντα του θανατου τουτ εστιν τον διαβολον
14Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον,
15και απαλλαξη τουτουσ οσοι φοβω θανατου δια παντοσ του ζην ενοχοι ησαν δουλειασ
15καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.
16ου γαρ δηπου αγγελων επιλαμβανεται αλλα σπερματοσ αβρααμ επιλαμβανεται
16Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
17οθεν ωφειλεν κατα παντα τοισ αδελφοισ ομοιωθηναι ινα ελεημων γενηται και πιστοσ αρχιερευσ τα προσ τον θεον εισ το ιλασκεσθαι τασ αμαρτιασ του λαου
17Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.
18εν ω γαρ πεπονθεν αυτοσ πειρασθεισ δυναται τοισ πειραζομενοισ βοηθησαι
18Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Tip: use the ← and → keys to turn chapters.