ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1η φιλαδελφια μενετω
1Ἡ φιλαδελφία μενέτω.
2τησ φιλοξενιασ μη επιλανθανεσθε δια ταυτησ γαρ ελαθον τινεσ ξενισαντεσ αγγελουσ
2Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
3μιμνησκεσθε των δεσμιων ωσ συνδεδεμενοι των κακουχουμενων ωσ και αυτοι οντεσ εν σωματι
3Μιμνῄσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
4τιμιοσ ο γαμοσ εν πασιν και η κοιτη αμιαντοσ πορνουσ δε και μοιχουσ κρινει ο θεοσ
4Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.
5αφιλαργυροσ ο τροποσ αρκουμενοι τοισ παρουσιν αυτοσ γαρ ειρηκεν ου μη σε ανω ουδ ου μη σε εγκαταλειπω
5Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, Οὐ μή σε ἀνῶ, οὐδ᾿ οὐ μή σε ἐγκαταλίπω.
6ωστε θαρρουντασ ημασ λεγειν κυριοσ εμοι βοηθοσ και ου φοβηθησομαι τι ποιησει μοι ανθρωποσ
6Ὥστε θαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
7μνημονευετε των ηγουμενων υμων οιτινεσ ελαλησαν υμιν τον λογον του θεου ων αναθεωρουντεσ την εκβασιν τησ αναστροφησ μιμεισθε την πιστιν
7Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν.
8ιησουσ χριστοσ χθεσ και σημερον ο αυτοσ και εισ τουσ αιωνασ
8Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
9διδαχαισ ποικιλαισ και ξεναισ μη παραφερεσθε καλον γαρ χαριτι βεβαιουσθαι την καρδιαν ου βρωμασιν εν οισ ουκ ωφεληθησαν οι περιπατησαντεσ
9Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ περιφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.
10εχομεν θυσιαστηριον εξ ου φαγειν ουκ εχουσιν εξουσιαν οι τη σκηνη λατρευοντεσ
10Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.
11ων γαρ εισφερεται ζωων το αιμα περι αμαρτιασ εισ τα αγια δια του αρχιερεωσ τουτων τα σωματα κατακαιεται εξω τησ παρεμβολησ
11Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.
12διο και ιησουσ ινα αγιαση δια του ιδιου αιματοσ τον λαον εξω τησ πυλησ επαθεν
12Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε.
13τοινυν εξερχωμεθα προσ αυτον εξω τησ παρεμβολησ τον ονειδισμον αυτου φεροντεσ
13Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.
14ου γαρ εχομεν ωδε μενουσαν πολιν αλλα την μελλουσαν επιζητουμεν
14Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.
15δι αυτου ουν αναφερωμεν θυσιαν αινεσεωσ δια παντοσ τω θεω τουτ εστιν καρπον χειλεων ομολογουντων τω ονοματι αυτου
15Δι᾿ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾿ ἔστι, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
16τησ δε ευποιιασ και κοινωνιασ μη επιλανθανεσθε τοιαυταισ γαρ θυσιαισ ευαρεστειται ο θεοσ
16Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
17πειθεσθε τοισ ηγουμενοισ υμων και υπεικετε αυτοι γαρ αγρυπνουσιν υπερ των ψυχων υμων ωσ λογον αποδωσοντεσ ινα μετα χαρασ τουτο ποιωσιν και μη στεναζοντεσ αλυσιτελεσ γαρ υμιν τουτο
17Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
18προσευχεσθε περι ημων πεποιθαμεν γαρ οτι καλην συνειδησιν εχομεν εν πασιν καλωσ θελοντεσ αναστρεφεσθαι
18Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι.
19περισσοτερωσ δε παρακαλω τουτο ποιησαι ινα ταχιον αποκατασταθω υμιν
19Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
20ο δε θεοσ τησ ειρηνησ ο αναγαγων εκ νεκρων τον ποιμενα των προβατων τον μεγαν εν αιματι διαθηκησ αιωνιου τον κυριον ημων ιησουν
20Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν,
21καταρτισαι υμασ εν παντι εργω αγαθω εισ το ποιησαι το θελημα αυτου ποιων εν υμιν το ευαρεστον ενωπιον αυτου δια ιησου χριστου ω η δοξα εισ τουσ αιωνασ των αιωνων αμην
21καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
22παρακαλω δε υμασ αδελφοι ανεχεσθε του λογου τησ παρακλησεωσ και γαρ δια βραχεων επεστειλα υμιν
22Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
23γινωσκετε 1097 V-PAI-2P τον αδελφον τιμοθεον απολελυμενον μεθ ου εαν ταχιον ερχηται οψομαι υμασ
23Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ᾿ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.
24ασπασασθε παντασ τουσ ηγουμενουσ υμων και παντασ τουσ αγιουσ ασπαζονται υμασ οι απο τησ ιταλιασ
24Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
25η χαρισ μετα παντων υμων αμην
25Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.