ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 1

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 1

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1παυλοσ δουλοσ ιησου χριστου κλητοσ αποστολοσ αφωρισμενοσ εισ ευαγγελιον θεου
1Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ,
2ο προεπηγγειλατο δια των προφητων αυτου εν γραφαισ αγιαισ
2ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις,
3περι του υιου αυτου του γενομενου εκ σπερματοσ δαυιδ κατα σαρκα
3περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα,
4του ορισθεντοσ υιου θεου εν δυναμει κατα πνευμα αγιωσυνησ εξ αναστασεωσ νεκρων ιησου χριστου του κυριου ημων
4τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν,
5δι ου ελαβομεν χαριν και αποστολην εισ υπακοην πιστεωσ εν πασιν τοισ εθνεσιν υπερ του ονοματοσ αυτου
5δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν, ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
6εν οισ εστε και υμεισ κλητοι ιησου χριστου
6ἐν οἷς ἐστὲ καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ Χριστοῦ·
7πασιν τοισ ουσιν εν ρωμη αγαπητοισ θεου κλητοισ αγιοισ χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
7πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
8πρωτον μεν ευχαριστω τω θεω μου δια ιησου χριστου υπερ παντων υμων οτι η πιστισ υμων καταγγελλεται εν ολω τω κοσμω
8Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
9μαρτυσ γαρ μου εστιν ο θεοσ ω λατρευω εν τω πνευματι μου εν τω ευαγγελιω του υιου αυτου ωσ αδιαλειπτωσ μνειαν υμων ποιουμαι
9Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι,
10παντοτε επι των προσευχων μου δεομενοσ ει πωσ ηδη ποτε ευοδωθησομαι εν τω θεληματι του θεου ελθειν προσ υμασ
10πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
11επιποθω γαρ ιδειν υμασ ινα τι μεταδω χαρισμα υμιν πνευματικον εισ το στηριχθηναι υμασ
11Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν, εἰς τὸ στηριχθῆναι ὑμᾶς,
12τουτο δε εστιν συμπαρακληθηναι εν υμιν δια τησ εν αλληλοισ πιστεωσ υμων τε και εμου
12τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
13ου θελω δε υμασ αγνοειν αδελφοι οτι πολλακισ προεθεμην ελθειν προσ υμασ και εκωλυθην αχρι του δευρο ινα τινα καρπον σχω και εν υμιν καθωσ και εν τοισ λοιποισ εθνεσιν
13Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς — καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο — ἵνα καρπόν τινα σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
14ελλησιν τε και βαρβαροισ σοφοισ τε και ανοητοισ οφειλετησ ειμι
14Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·
15ουτωσ το κατ εμε προθυμον και υμιν τοισ εν ρωμη ευαγγελισασθαι
15οὕτω τὸ κατ᾿ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
16ου γαρ επαισχυνομαι το ευαγγελιον του χριστου δυναμισ γαρ θεου εστιν εισ σωτηριαν παντι τω πιστευοντι ιουδαιω τε πρωτον και ελληνι
16Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
17δικαιοσυνη γαρ θεου εν αυτω αποκαλυπτεται εκ πιστεωσ εισ πιστιν καθωσ γεγραπται ο δε δικαιοσ εκ πιστεωσ ζησεται
17Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
18αποκαλυπτεται γαρ οργη θεου απ ουρανου επι πασαν ασεβειαν και αδικιαν ανθρωπων των την αληθειαν εν αδικια κατεχοντων
18Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων·
19διοτι το γνωστον του θεου φανερον εστιν εν αυτοισ ο γαρ θεοσ αυτοισ εφανερωσεν
19διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε.
20τα γαρ αορατα αυτου απο κτισεωσ κοσμου τοισ ποιημασιν νοουμενα καθοραται η τε αιδιοσ αυτου δυναμισ και θειοτησ εισ το ειναι αυτουσ αναπολογητουσ
20Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους·
21διοτι γνοντεσ τον θεον ουχ ωσ θεον εδοξασαν η ευχαριστησαν αλλ εματαιωθησαν εν τοισ διαλογισμοισ αυτων και εσκοτισθη η ασυνετοσ αυτων καρδια
21διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.
22φασκοντεσ ειναι σοφοι εμωρανθησαν
22Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν,
23και ηλλαξαν την δοξαν του αφθαρτου θεου εν ομοιωματι εικονοσ φθαρτου ανθρωπου και πετεινων και τετραποδων και ερπετων
23καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24διο και παρεδωκεν αυτουσ ο θεοσ εν ταισ επιθυμιαισ των καρδιων αυτων εισ ακαθαρσιαν του ατιμαζεσθαι τα σωματα αυτων εν εαυτοισ
24Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς·
25οιτινεσ μετηλλαξαν την αληθειαν του θεου εν τω ψευδει και εσεβασθησαν και ελατρευσαν τη κτισει παρα τον κτισαντα οσ εστιν ευλογητοσ εισ τουσ αιωνασ αμην
25οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
26δια τουτο παρεδωκεν αυτουσ ο θεοσ εισ παθη ατιμιασ αι τε γαρ θηλειαι αυτων μετηλλαξαν την φυσικην χρησιν εισ την παρα φυσιν
26Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν·
27ομοιωσ τε και οι αρρενεσ αφεντεσ την φυσικην χρησιν τησ θηλειασ εξεκαυθησαν εν τη ορεξει αυτων εισ αλληλουσ αρσενεσ εν αρσεσιν την ασχημοσυνην κατεργαζομενοι και την αντιμισθιαν ην εδει τησ πλανησ αυτων εν εαυτοισ απολαμβανοντεσ
27ὁμοίως τε καὶ οἱ ἄρσενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
28και καθωσ ουκ εδοκιμασαν τον θεον εχειν εν επιγνωσει παρεδωκεν αυτουσ ο θεοσ εισ αδοκιμον νουν ποιειν τα μη καθηκοντα
28Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
29πεπληρωμενουσ παση αδικια πορνεια πονηρια πλεονεξια κακια μεστουσ φθονου φονου εριδοσ δολου κακοηθειασ ψιθυριστασ
29πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς,
30καταλαλουσ θεοστυγεισ υβριστασ υπερηφανουσ αλαζονασ εφευρετασ κακων γονευσιν απειθεισ
30καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
31ασυνετουσ ασυνθετουσ αστοργουσ ασπονδουσ ανελεημονασ
31ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας·
32οιτινεσ το δικαιωμα του θεου επιγνοντεσ οτι οι τα τοιαυτα πρασσοντεσ αξιοι θανατου εισιν ου μονον αυτα ποιουσιν αλλα και συνευδοκουσιν τοισ πρασσουσιν
32οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι.

Tip: use the ← and → keys to turn chapters.