ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 5

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1δικαιωθεντεσ ουν εκ πιστεωσ ειρηνην εχομεν προσ τον θεον δια του κυριου ημων ιησου χριστου
1Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
2δι ου και την προσαγωγην εσχηκαμεν τη πιστει εισ την χαριν ταυτην εν η εστηκαμεν και καυχωμεθα επ ελπιδι τησ δοξησ του θεου
2δι᾿ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.
3ου μονον δε αλλα και καυχωμεθα εν ταισ θλιψεσιν ειδοτεσ οτι η θλιψισ υπομονην κατεργαζεται
3Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται,
4η δε υπομονη δοκιμην η δε δοκιμη ελπιδα
4ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα·
5η δε ελπισ ου καταισχυνει οτι η αγαπη του θεου εκκεχυται εν ταισ καρδιαισ ημων δια πνευματοσ αγιου του δοθεντοσ ημιν
5ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.
6ετι γαρ χριστοσ οντων ημων ασθενων κατα καιρον υπερ ασεβων απεθανεν
6Ἔτι γὰρ Χριστός, ὄντων ἡμῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε.
7μολισ γαρ υπερ δικαιου τισ αποθανειται υπερ γαρ του αγαθου ταχα τισ και τολμα αποθανειν
7Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν.
8συνιστησιν δε την εαυτου αγαπην εισ ημασ ο θεοσ οτι ετι αμαρτωλων οντων ημων χριστοσ υπερ ημων απεθανεν
8Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε.
9πολλω ουν μαλλον δικαιωθεντεσ νυν εν τω αιματι αυτου σωθησομεθα δι αυτου απο τησ οργησ
9Πολλῷ οὖν μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
10ει γαρ εχθροι οντεσ κατηλλαγημεν τω θεω δια του θανατου του υιου αυτου πολλω μαλλον καταλλαγεντεσ σωθησομεθα εν τη ζωη αυτου
10Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·
11ου μονον δε αλλα και καυχωμενοι εν τω θεω δια του κυριου ημων ιησου χριστου δι ου νυν την καταλλαγην ελαβομεν
11οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
12δια τουτο ωσπερ δι ενοσ ανθρωπου η αμαρτια εισ τον κοσμον εισηλθεν και δια τησ αμαρτιασ ο θανατοσ και ουτωσ εισ παντασ ανθρωπουσ ο θανατοσ διηλθεν εφ ω παντεσ ημαρτον
12Διὰ τοῦτο, ὥσπερ δι᾿ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ᾿ ᾧ πάντες ἥμαρτον —
13αχρι γαρ νομου αμαρτια ην εν κοσμω αμαρτια δε ουκ ελλογειται μη οντοσ νομου
13ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ· ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.
14αλλ εβασιλευσεν ο θανατοσ απο αδαμ μεχρι μωυσεωσ και επι τουσ μη αμαρτησαντασ επι τω ομοιωματι τησ παραβασεωσ αδαμ οσ εστιν τυποσ του μελλοντοσ
14Ἀλλ᾿ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος.
15αλλ ουχ ωσ το παραπτωμα ουτωσ και το χαρισμα ει γαρ τω του ενοσ παραπτωματι οι πολλοι απεθανον πολλω μαλλον η χαρισ του θεου και η δωρεα εν χαριτι τη του ενοσ ανθρωπου ιησου χριστου εισ τουσ πολλουσ επερισσευσεν
15Ἀλλ᾿ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε.
16και ουχ ωσ δι ενοσ αμαρτησαντοσ το δωρημα το μεν γαρ κριμα εξ ενοσ εισ κατακριμα το δε χαρισμα εκ πολλων παραπτωματων εισ δικαιωμα
16Καὶ οὐχ ὡς δι᾿ ἑνὸς ἁμαρτήσαντος, τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.
17ει γαρ τω του ενοσ παραπτωματι ο θανατοσ εβασιλευσεν δια του ενοσ πολλω μαλλον οι την περισσειαν τησ χαριτοσ και τησ δωρεασ τησ δικαιοσυνησ λαμβανοντεσ εν ζωη βασιλευσουσιν δια του ενοσ ιησου χριστου
17Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.
18αρα ουν ωσ δι ενοσ παραπτωματοσ εισ παντασ ανθρωπουσ εισ κατακριμα ουτωσ και δι ενοσ δικαιωματοσ εισ παντασ ανθρωπουσ εισ δικαιωσιν ζωησ
18Ἄρα οὖν ὡς δι᾿ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι᾿ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.
19ωσπερ γαρ δια τησ παρακοησ του ενοσ ανθρωπου αμαρτωλοι κατεσταθησαν οι πολλοι ουτωσ και δια τησ υπακοησ του ενοσ δικαιοι κατασταθησονται οι πολλοι
19Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.
20νομοσ δε παρεισηλθεν ινα πλεοναση το παραπτωμα ου δε επλεονασεν η αμαρτια υπερεπερισσευσεν η χαρισ
20Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις·
21ινα ωσπερ εβασιλευσεν η αμαρτια εν τω θανατω ουτωσ και η χαρισ βασιλευση δια δικαιοσυνησ εισ ζωην αιωνιον δια ιησου χριστου του κυριου ημων
21ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτω καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

Tip: use the ← and → keys to turn chapters.