ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 13

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1πασα ψυχη εξουσιαισ υπερεχουσαισ υποτασσεσθω ου γαρ εστιν εξουσια ει μη υπο θεου αι δε ουσαι εξουσιαι υπο του θεου τεταγμεναι εισιν
1Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ, αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν.
2ωστε ο αντιτασσομενοσ τη εξουσια τη του θεου διαταγη ανθεστηκεν οι δε ανθεστηκοτεσ εαυτοισ κριμα ληψονται
2Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήψονται.
3οι γαρ αρχοντεσ ουκ εισιν φοβοσ των αγαθων εργων αλλα των κακων θελεισ δε μη φοβεισθαι την εξουσιαν το αγαθον ποιει και εξεισ επαινον εξ αυτησ
3Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
4θεου γαρ διακονοσ εστιν σοι εισ το αγαθον εαν δε το κακον ποιησ φοβου ου γαρ εικη την μαχαιραν φορει θεου γαρ διακονοσ εστιν εκδικοσ εισ οργην τω το κακον πρασσοντι
4Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
5διο αναγκη υποτασσεσθαι ου μονον δια την οργην αλλα και δια την συνειδησιν
5Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
6δια τουτο γαρ και φορουσ τελειτε λειτουργοι γαρ θεου εισιν εισ αυτο τουτο προσκαρτερουντεσ
6Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
7αποδοτε ουν πασιν τασ οφειλασ τω τον φορον τον φορον τω το τελοσ το τελοσ τω τον φοβον τον φοβον τω την τιμην την τιμην
7Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον τὸν φόρον· τῷ τὸ τέλος τὸ τέλος· τῷ τὸν φόβον τὸν φόβον· τῷ τὴν τιμὴν τὴν τιμήν.
8μηδενι μηδεν οφειλετε ει μη το αγαπαν αλληλουσ ο γαρ αγαπων τον ετερον νομον πεπληρωκεν
8Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε.
9το γαρ ου μοιχευσεισ ου φονευσεισ ου κλεψεισ ουκ επιθυμησεισ και ει τισ ετερα εντολη εν τουτω τω λογω ανακεφαλαιουται εν τω αγαπησεισ τον πλησιον σου ωσ σεαυτον
9Τὸ γάρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.
10η αγαπη τω πλησιον κακον ουκ εργαζεται πληρωμα ουν νομου η αγαπη
10Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11και τουτο ειδοτεσ τον καιρον οτι ωρα ημασ ηδη εξ υπνου εγερθηναι νυν γαρ εγγυτερον ημων η σωτηρια η οτε επιστευσαμεν
11Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.
12η νυξ προεκοψεν η δε ημερα ηγγικεν αποθωμεθα ουν τα εργα του σκοτουσ και ενδυσωμεθα τα οπλα του φωτοσ
12Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.
13ωσ εν ημερα ευσχημονωσ περιπατησωμεν μη κωμοισ και μεθαισ μη κοιταισ και ασελγειαισ μη εριδι και ζηλω
13Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ.
14αλλ ενδυσασθε τον κυριον ιησουν χριστον και τησ σαρκοσ προνοιαν μη ποιεισθε εισ επιθυμιασ
14Ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε, εἰς ἐπιθυμίας.

Tip: use the ← and → keys to turn chapters.