ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1συνιστημι δε υμιν φοιβην την αδελφην ημων ουσαν διακονον τησ εκκλησιασ τησ εν κεγχρεαισ
1Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς·
2ινα αυτην προσδεξησθε εν κυριω αξιωσ των αγιων και παραστητε αυτη εν ω αν υμων χρηζη πραγματι και γαρ αυτη προστατισ πολλων εγενηθη και αυτου εμου
2ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ.
3ασπασασθε πρισκαν και ακυλαν τουσ συνεργουσ μου εν χριστω ιησου
3Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
4οιτινεσ υπερ τησ ψυχησ μου τον εαυτων τραχηλον υπεθηκαν οισ ουκ εγω μονοσ ευχαριστω αλλα και πασαι αι εκκλησιαι των εθνων
4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν·
5και την κατ οικον αυτων εκκλησιαν ασπασασθε επαινετον τον αγαπητον μου οσ εστιν απαρχη τησ αχαιασ εισ χριστον
5καὶ τὴν κατ᾿ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.
6ασπασασθε μαριαμ ητισ πολλα εκοπιασεν εισ ημασ
6Ἀσπάσασθε Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς.
7ασπασασθε ανδρονικον και ιουνιαν τουσ συγγενεισ μου και συναιχμαλωτουσ μου οιτινεσ εισιν επισημοι εν τοισ αποστολοισ οι και προ εμου γεγονασιν εν χριστω
7Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.
8ασπασασθε αμπλιαν τον αγαπητον μου εν κυριω
8Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ.
9ασπασασθε ουρβανον τον συνεργον ημων εν χριστω και σταχυν τον αγαπητον μου
9Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου.
10ασπασασθε απελλην τον δοκιμον εν χριστω ασπασασθε τουσ εκ των αριστοβουλου
10Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
11ασπασασθε ηρωδιωνα τον συγγενη μου ασπασασθε τουσ εκ των ναρκισσου τουσ οντασ εν κυριω
11Ἀσπάσασθε Ἡροδίωνα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν Κυρίῳ.
12ασπασασθε τρυφαιναν και τρυφωσαν τασ κοπιωσασ εν κυριω ασπασασθε περσιδα την αγαπητην ητισ πολλα εκοπιασεν εν κυριω
12Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ.
13ασπασασθε ρουφον τον εκλεκτον εν κυριω και την μητερα αυτου και εμου
13Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
14ασπασασθε ασυγκριτον φλεγοντα ερμαν πατροβαν ερμην και τουσ συν αυτοισ αδελφουσ
14Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
15ασπασασθε φιλολογον και ιουλιαν νηρεα και την αδελφην αυτου και ολυμπαν και τουσ συν αυτοισ παντασ αγιουσ
15Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
16ασπασασθε αλληλουσ εν φιληματι αγιω ασπαζονται υμασ αι εκκλησιαι του χριστου
16Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ.
17παρακαλω δε υμασ αδελφοι σκοπειν τουσ τασ διχοστασιασ και τα σκανδαλα παρα την διδαχην ην υμεισ εμαθετε ποιουντασ και εκκλινατε απ αυτων
17Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας· καὶ ἐκκλίνατε ἀπ᾿ αὐτῶν.
18οι γαρ τοιουτοι τω κυριω ημων ιησου χριστω ου δουλευουσιν αλλα τη εαυτων κοιλια και δια τησ χρηστολογιασ και ευλογιασ εξαπατωσιν τασ καρδιασ των ακακων
18Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
19η γαρ υμων υπακοη εισ παντασ αφικετο χαιρω ουν το εφ υμιν θελω δε υμασ σοφουσ μεν ειναι εισ το αγαθον ακεραιουσ δε εισ το κακον
19Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Χαίρω οὖν τὸ ἐφ᾿ ὑμῖν· θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
20ο δε θεοσ τησ ειρηνησ συντριψει τον σαταναν υπο τουσ ποδασ υμων εν ταχει η χαρισ του κυριου ημων ιησου χριστου μεθ υμων
20Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἀμήν.
21ασπαζονται υμασ τιμοθεοσ ο συνεργοσ μου και λουκιοσ και ιασων και σωσιπατροσ οι συγγενεισ μου
21Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
22ασπαζομαι υμασ εγω τερτιοσ ο γραψασ την επιστολην εν κυριω
22Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος, ὁ γράψας τὴν ἐπιστολήν, ἐν Κυρίῳ.
23ασπαζεται υμασ γαιοσ ο ξενοσ μου και τησ εκκλησιασ ολησ ασπαζεται υμασ εραστοσ ο οικονομοσ τησ πολεωσ και κουαρτοσ ο αδελφοσ
23Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
24η χαρισ του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην
24Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.
no verse 25 in this text
25Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου,
no verse 26 in this text
26φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν, κατ᾿ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος,
no verse 27 in this text
27μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.