ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 8

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ουδεν αρα νυν κατακριμα τοισ εν χριστω ιησου μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα
1Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
2ο γαρ νομοσ του πνευματοσ τησ ζωησ εν χριστω ιησου ηλευθερωσεν με απο του νομου τησ αμαρτιασ και του θανατου
2Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
3το γαρ αδυνατον του νομου εν ω ησθενει δια τησ σαρκοσ ο θεοσ τον εαυτου υιον πεμψασ εν ομοιωματι σαρκοσ αμαρτιασ και περι αμαρτιασ κατεκρινεν την αμαρτιαν εν τη σαρκι
3Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί·
4ινα το δικαιωμα του νομου πληρωθη εν ημιν τοισ μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα
4ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
5οι γαρ κατα σαρκα οντεσ τα τησ σαρκοσ φρονουσιν οι δε κατα πνευμα τα του πνευματοσ
5Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.
6το γαρ φρονημα τησ σαρκοσ θανατοσ το δε φρονημα του πνευματοσ ζωη και ειρηνη
6Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη·
7διοτι το φρονημα τησ σαρκοσ εχθρα εισ θεον τω γαρ νομω του θεου ουχ υποτασσεται ουδε γαρ δυναται
7διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν, τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται·
8οι δε εν σαρκι οντεσ θεω αρεσαι ου δυνανται
8οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται.
9υμεισ δε ουκ εστε εν σαρκι αλλ εν πνευματι ειπερ πνευμα θεου οικει εν υμιν ει δε τισ πνευμα χριστου ουκ εχει ουτοσ ουκ εστιν αυτου
9Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾿ ἐν πνεύματι, εἴπερ πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
10ει δε χριστοσ εν υμιν το μεν σωμα νεκρον δια αμαρτιαν το δε πνευμα ζωη δια δικαιοσυνην
10Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾿ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
11ει δε το πνευμα του εγειραντοσ ιησουν εκ νεκρων οικει εν υμιν ο εγειρασ τον χριστον εκ νεκρων ζωοποιησει και τα θνητα σωματα υμων δια το ενοικουν αυτου πνευμα εν υμιν
11Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.
12αρα ουν αδελφοι οφειλεται εσμεν ου τη σαρκι του κατα σαρκα ζην
12Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῇν·
13ει γαρ κατα σαρκα ζητε μελλετε αποθνησκειν ει δε πνευματι τασ πραξεισ του σωματοσ θανατουτε ζησεσθε
13εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
14οσοι γαρ πνευματι θεου αγονται ουτοι εισιν υιοι θεου
14Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ.
15ου γαρ ελαβετε πνευμα δουλειασ παλιν εισ φοβον αλλ ελαβετε πνευμα υιοθεσιασ εν ω κραζομεν αββα ο πατηρ
15Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ πατήρ.
16αυτο το πνευμα συμμαρτυρει τω πνευματι ημων οτι εσμεν τεκνα θεου
16Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ·
17ει δε τεκνα και κληρονομοι κληρονομοι μεν θεου συγκληρονομοι δε χριστου ειπερ συμπασχομεν ινα και συνδοξασθωμεν
17εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
18λογιζομαι γαρ οτι ουκ αξια τα παθηματα του νυν καιρου προσ την μελλουσαν δοξαν αποκαλυφθηναι εισ ημασ
18Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
19η γαρ αποκαραδοκια τησ κτισεωσ την αποκαλυψιν των υιων του θεου απεκδεχεται
19Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.
20τη γαρ ματαιοτητι η κτισισ υπεταγη ουχ εκουσα αλλα δια τον υποταξαντα επ ελπιδι
20Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι·
21οτι και αυτη η κτισισ ελευθερωθησεται απο τησ δουλειασ τησ φθορασ εισ την ελευθεριαν τησ δοξησ των τεκνων του θεου
21ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.
22οιδαμεν γαρ οτι πασα η κτισισ συστεναζει και συνωδινει αχρι του νυν
22Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.
23ου μονον δε αλλα και αυτοι την απαρχην του πνευματοσ εχοντεσ και ημεισ αυτοι εν εαυτοισ στεναζομεν υιοθεσιαν απεκδεχομενοι την απολυτρωσιν του σωματοσ ημων
23Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.
24τη γαρ ελπιδι εσωθημεν ελπισ δε βλεπομενη ουκ εστιν ελπισ ο γαρ βλεπει τισ τι και ελπιζει
24Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει;
25ει δε ο ου βλεπομεν ελπιζομεν δι υπομονησ απεκδεχομεθα
25Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾿ ὑπομονῆς ἀπεκδεχόμεθα.
26ωσαυτωσ δε και το πνευμα συναντιλαμβανεται ταισ ασθενειαισ ημων το γαρ τι προσευξομεθα καθο δει ουκ οιδαμεν αλλ αυτο το πνευμα υπερεντυγχανει υπερ ημων στεναγμοισ αλαλητοισ
26Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ᾿ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις·
27ο δε ερευνων τασ καρδιασ οιδεν τι το φρονημα του πνευματοσ οτι κατα θεον εντυγχανει υπερ αγιων
27ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
28οιδαμεν δε οτι τοισ αγαπωσιν τον θεον παντα 3956 A-APN συνεργει εισ αγαθον τοισ κατα προθεσιν κλητοισ ουσιν
28Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
29οτι ουσ προεγνω και προωρισεν συμμορφουσ τησ εικονοσ του υιου αυτου εισ το ειναι αυτον πρωτοτοκον εν πολλοισ αδελφοισ
29Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·
30ουσ δε προωρισεν τουτουσ και εκαλεσεν και ουσ εκαλεσεν τουτουσ και εδικαιωσεν ουσ δε εδικαιωσεν τουτουσ και εδοξασεν
30οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.
31τι ουν ερουμεν προσ ταυτα ει ο θεοσ υπερ ημων τισ καθ ημων
31Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν;
32οσ γε του ιδιου υιου ουκ εφεισατο αλλ υπερ ημων παντων παρεδωκεν αυτον πωσ ουχι και συν αυτω τα παντα ημιν χαρισεται
32Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
33τισ εγκαλεσει κατα εκλεκτων θεου θεοσ ο δικαιων
33Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν·
34τισ ο κατακρινων χριστοσ ο αποθανων μαλλον δε και εγερθεισ οσ και εστιν εν δεξια του θεου οσ και εντυγχανει υπερ ημων
34τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
35τισ ημασ χωρισει απο τησ αγαπησ του χριστου θλιψισ η στενοχωρια η διωγμοσ η λιμοσ η γυμνοτησ η κινδυνοσ η μαχαιρα
35Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;
36καθωσ γεγραπται οτι ενεκεν σου θανατουμεθα ολην την ημεραν ελογισθημεν ωσ προβατα σφαγησ
36Καθὼς γέγραπται ὅτι Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
37αλλ εν τουτοισ πασιν υπερνικωμεν δια του αγαπησαντοσ ημασ
37Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
38πεπεισμαι γαρ οτι ουτε θανατοσ ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε δυναμεισ ουτε ενεστωτα ουτε μελλοντα
38Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα
39ουτε υψωμα ουτε βαθοσ ουτε τισ κτισισ ετερα δυνησεται ημασ χωρισαι απο τησ αγαπησ του θεου τησ εν χριστω ιησου τω κυριω ημων
39οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Tip: use the ← and → keys to turn chapters.