ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 5
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1πασ γαρ αρχιερευσ εξ ανθρωπων λαμβανομενοσ υπερ ανθρωπων καθισταται τα προσ τον θεον ινα προσφερη δωρα τε και θυσιασ υπερ αμαρτιων
1Πᾶς γὰρ ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν·
2μετριοπαθειν δυναμενοσ τοισ αγνοουσιν και πλανωμενοισ επει και αυτοσ περικειται ασθενειαν
2μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν·
3και δια ταυτην οφειλει καθωσ περι του λαου ουτωσ και περι εαυτου προσφερειν υπερ αμαρτιων
3καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ, προσφέρειν ὑπὲρ ἁμαρτιῶν.
4και ουχ εαυτω τισ λαμβανει την τιμην αλλα καλουμενοσ υπο του θεου καθαπερ και ααρων
4Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Ἀαρών.
5ουτωσ και ο χριστοσ ουχ εαυτον εδοξασεν γενηθηναι αρχιερεα αλλ ο λαλησασ προσ αυτον υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε
5Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ᾿ ὁ λαλήσας πρὸς αὐτόν, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
6καθωσ και εν ετερω λεγει συ ιερευσ εισ τον αιωνα κατα την ταξιν μελχισεδεκ
6Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
7οσ εν ταισ ημεραισ τησ σαρκοσ αυτου δεησεισ τε και ικετηριασ προσ τον δυναμενον σωζειν αυτον εκ θανατου μετα κραυγησ ισχυρασ και δακρυων προσενεγκασ και εισακουσθεισ απο τησ ευλαβειασ
7Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
8καιπερ ων υιοσ εμαθεν αφ ων επαθεν την υπακοην
8καίπερ ὢν υἱός, ἔμαθεν ἀφ᾿ ὧν ἔπαθε τὴν ὑπακοήν,
9και τελειωθεισ εγενετο τοισ υπακουουσιν αυτω πασιν αιτιοσ σωτηριασ αιωνιου
9καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου·
10προσαγορευθεισ υπο του θεου αρχιερευσ κατα την ταξιν μελχισεδεκ
10προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
11περι ου πολυσ ημιν ο λογοσ και δυσερμηνευτοσ λεγειν επει νωθροι γεγονατε ταισ ακοαισ
11Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
12και γαρ οφειλοντεσ ειναι διδασκαλοι δια τον χρονον παλιν χρειαν εχετε του διδασκειν υμασ τινα τα στοιχεια τησ αρχησ των λογιων του θεου και γεγονατε χρειαν εχοντεσ γαλακτοσ και ου στερεασ τροφησ
12Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.
13πασ γαρ ο μετεχων γαλακτοσ απειροσ λογου δικαιοσυνησ νηπιοσ γαρ εστιν
13Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι.
14τελειων δε εστιν η στερεα τροφη των δια την εξιν τα αισθητηρια γεγυμνασμενα εχοντων προσ διακρισιν καλου τε και κακου
14Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
Tip: use the ← and → keys to turn chapters.