ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄
Chapter 2

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 2

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1αυτοι γαρ οιδατε αδελφοι την εισοδον ημων την προσ υμασ οτι ου κενη γεγονεν
1Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν·
2αλλα προπαθοντεσ και υβρισθεντεσ καθωσ οιδατε εν φιλιπποισ επαρρησιασαμεθα εν τω θεω ημων λαλησαι προσ υμασ το ευαγγελιον του θεου εν πολλω αγωνι
2ἀλλὰ καὶ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.
3η γαρ παρακλησισ ημων ουκ εκ πλανησ ουδε εξ ακαθαρσιασ ουτε εν δολω
3Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ·
4αλλα καθωσ δεδοκιμασμεθα υπο του θεου πιστευθηναι το ευαγγελιον ουτωσ λαλουμεν ουχ ωσ ανθρωποισ αρεσκοντεσ αλλα τω θεω τω δοκιμαζοντι τασ καρδιασ ημων
4ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
5ουτε γαρ ποτε εν λογω κολακειασ εγενηθημεν καθωσ οιδατε ουτε εν προφασει πλεονεξιασ θεοσ μαρτυσ
5Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας· Θεὸς μάρτυς·
6ουτε ζητουντεσ εξ ανθρωπων δοξαν ουτε αφ υμων ουτε απο αλλων δυναμενοι εν βαρει ειναι ωσ χριστου αποστολοι
6οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾿ ὑμῶν οὔτε ἀπ᾿ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι,
7αλλ εγενηθημεν ηπιοι εν μεσω υμων ωσ αν τροφοσ θαλπη τα εαυτησ τεκνα
7ἀλλ᾿ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα·
8ουτωσ ομειρομενοι υμων ευδοκουμεν μεταδουναι υμιν ου μονον το ευαγγελιον του θεου αλλα και τασ εαυτων ψυχασ διοτι αγαπητοι ημιν γεγενησθε
8οὕτως, ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε.
9μνημονευετε γαρ αδελφοι τον κοπον ημων και τον μοχθον νυκτοσ γαρ και ημερασ εργαζομενοι προσ το μη επιβαρησαι τινα υμων εκηρυξαμεν εισ υμασ το ευαγγελιον του θεου
9Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ.
10υμεισ μαρτυρεσ και ο θεοσ ωσ οσιωσ και δικαιωσ και αμεμπτωσ υμιν τοισ πιστευουσιν εγενηθημεν
10Ὑμεῖς μάρτυρες καὶ ὁ Θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν·
11καθαπερ οιδατε ωσ ενα εκαστον υμων ωσ πατηρ τεκνα εαυτου παρακαλουντεσ υμασ και παραμυθουμενοι
11καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι
12και μαρτυρομενοι εισ το περιπατησαι υμασ αξιωσ του θεου του καλουντοσ υμασ εισ την εαυτου βασιλειαν και δοξαν
12καὶ μαρτυρούμενοι, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
13δια τουτο και ημεισ ευχαριστουμεν τω θεω αδιαλειπτωσ οτι παραλαβοντεσ λογον ακοησ παρ ημων του θεου εδεξασθε ου λογον ανθρωπων αλλα καθωσ εστιν αληθωσ λογον θεου οσ και ενεργειται εν υμιν τοισ πιστευουσιν
13Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾿ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
14υμεισ γαρ μιμηται εγενηθητε αδελφοι των εκκλησιων του θεου των ουσων εν τη ιουδαια εν χριστω ιησου οτι τα αυτα επαθετε και υμεισ υπο των ιδιων συμφυλετων καθωσ και αυτοι υπο των ιουδαιων
14Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ· ὅτι ταὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
15των και τον κυριον αποκτειναντων ιησουν και τουσ ιδιουσ προφητασ και ημασ εκδιωξαντων και θεω μη αρεσκοντων και πασιν ανθρωποισ εναντιων
15τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
16κωλυοντων ημασ τοισ εθνεσιν λαλησαι ινα σωθωσιν εισ το αναπληρωσαι αυτων τασ αμαρτιασ παντοτε εφθασεν δε επ αυτουσ η οργη εισ τελοσ
16κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασε δὲ ἐπ᾿ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
17ημεισ δε αδελφοι απορφανισθεντεσ αφ υμων προσ καιρον ωρασ προσωπω ου καρδια περισσοτερωσ εσπουδασαμεν το προσωπον υμων ιδειν εν πολλη επιθυμια
17Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾿ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ·
18διο ηθελησαμεν ελθειν προσ υμασ εγω μεν παυλοσ και απαξ και δισ και ενεκοψεν ημασ ο σατανασ
18διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.
19τισ γαρ ημων ελπισ η χαρα η στεφανοσ καυχησεωσ η ουχι και υμεισ εμπροσθεν του κυριου ημων ιησου εν τη αυτου παρουσια
19Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
20υμεισ γαρ εστε η δοξα ημων και η χαρα
20Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.

Tip: use the ← and → keys to turn chapters.