ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 4
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1λοιπον ουν αδελφοι ερωτωμεν υμασ και παρακαλουμεν εν κυριω ιησου καθωσ παρελαβετε παρ ημων το πωσ δει υμασ περιπατειν και αρεσκειν θεω ινα περισσευητε μαλλον
1Τὸ λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ καθὼς παρελάβετε παρ᾿ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον.
2οιδατε γαρ τινασ παραγγελιασ εδωκαμεν υμιν δια του κυριου ιησου
2Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ.
3τουτο γαρ εστιν θελημα του θεου ο αγιασμοσ υμων απεχεσθαι υμασ απο τησ πορνειασ
3Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας·
4ειδεναι εκαστον υμων το εαυτου σκευοσ κτασθαι εν αγιασμω και τιμη
4εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
5μη εν παθει επιθυμιασ καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον
5μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν·
6το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικοσ ο κυριοσ περι παντων τουτων καθωσ και προειπομεν υμιν και διεμαρτυραμεθα
6τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα.
7ου γαρ εκαλεσεν ημασ ο θεοσ επι ακαθαρσια αλλ εν αγιασμω
7Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾿ ἐν ἁγιασμῷ.
8τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει αλλα τον θεον τον και δοντα το πνευμα αυτου το αγιον εισ υμασ
8Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν καὶ δόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς.
9περι δε τησ φιλαδελφιασ ου χρειαν εχετε γραφειν υμιν αυτοι γαρ υμεισ θεοδιδακτοι εστε εισ το αγαπαν αλληλουσ
9Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους·
10και γαρ ποιειτε αυτο εισ παντασ τουσ αδελφουσ τουσ εν ολη τη μακεδονια παρακαλουμεν δε υμασ αδελφοι περισσευειν μαλλον
10καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον,
11και φιλοτιμεισθαι ησυχαζειν και πρασσειν τα ιδια και εργαζεσθαι ταισ ιδιαισ χερσιν υμων καθωσ υμιν παρηγγειλαμεν
11καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν·
12ινα περιπατητε ευσχημονωσ προσ τουσ εξω και μηδενοσ χρειαν εχητε
12ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.
13ου θελομεν δε υμασ αγνοειν αδελφοι περι των κεκοιμημενων ινα μη λυπησθε καθωσ και οι λοιποι οι μη εχοντεσ ελπιδα
13Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
14ει γαρ πιστευομεν οτι ιησουσ απεθανεν και ανεστη ουτωσ και ο θεοσ τουσ κοιμηθεντασ δια του ιησου αξει συν αυτω
14Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
15τουτο γαρ υμιν λεγομεν εν λογω κυριου οτι ημεισ οι ζωντεσ οι περιλειπομενοι εισ την παρουσιαν του κυριου ου μη φθασωμεν τουσ κοιμηθεντασ
15Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας.
16οτι αυτοσ ο κυριοσ εν κελευσματι εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτον
16Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον·
17επειτα ημεισ οι ζωντεσ οι περιλειπομενοι αμα συν αυτοισ αρπαγησομεθα εν νεφελαισ εισ απαντησιν του κυριου εισ αερα και ουτωσ παντοτε συν κυριω εσομεθα
17ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
18ωστε παρακαλειτε αλληλουσ εν τοισ λογοισ τουτοισ
18Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.
Tip: use the ← and → keys to turn chapters.