ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 5
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι
1Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι.
2αυτοι γαρ ακριβωσ οιδατε οτι η ημερα κυριου ωσ κλεπτησ εν νυκτι ουτωσ ερχεται
2Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται·
3οταν γαρ λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιοσ αυτοισ εφισταται ολεθροσ ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν
3ὅταν γὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4υμεισ δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμασ ωσ κλεπτησ καταλαβη
4Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·
5παντεσ υμεισ υιοι φωτοσ εστε και υιοι ημερασ ουκ εσμεν νυκτοσ ουδε σκοτουσ
5πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
6αρα ουν μη καθευδωμεν ωσ και οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν
6ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7οι γαρ καθευδοντεσ νυκτοσ καθευδουσιν και οι μεθυσκομενοι νυκτοσ μεθυουσιν
7Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν.
8ημεισ δε ημερασ οντεσ νηφωμεν ενδυσαμενοι θωρακα πιστεωσ και αγαπησ και περικεφαλαιαν ελπιδα σωτηριασ
8Ἡμεῖς δέ, ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας.
9οτι ουκ εθετο ημασ ο θεοσ εισ οργην αλλ εισ περιποιησιν σωτηριασ δια του κυριου ημων ιησου χριστου
9Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
10του αποθανοντοσ υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν
10τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα, εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν.
11διο παρακαλειτε αλληλουσ και οικοδομειτε εισ τον ενα καθωσ και ποιειτε
11Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12ερωτωμεν δε υμασ αδελφοι ειδεναι τουσ κοπιωντασ εν υμιν και προισταμενουσ υμων εν κυριω και νουθετουντασ υμασ
12Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς,
13και ηγεισθαι αυτουσ υπερ εκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοισ
13καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς.
14παρακαλουμεν δε υμασ αδελφοι νουθετειτε τουσ ατακτουσ παραμυθεισθε τουσ ολιγοψυχουσ αντεχεσθε των ασθενων μακροθυμειτε προσ παντασ
14Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
15ορατε μη τισ κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε και εισ αλληλουσ και εισ παντασ
15Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινὶ ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
16παντοτε χαιρετε
16Πάντοτε χαίρετε·
17αδιαλειπτωσ προσευχεσθε
17ἀδιαλείπτως προσεύχεσθε·
18εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εισ υμασ
18ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19το πνευμα μη σβεννυτε
19Τὸ πνεῦμα μὴ σβέννυτε·
20προφητειασ μη εξουθενειτε
20προφητείας μὴ ἐξουθενεῖτε·
21παντα δε δοκιμαζετε το καλον κατεχετε
21πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε·
22απο παντοσ ειδουσ πονηρου απεχεσθε
22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23αυτοσ δε ο θεοσ τησ ειρηνησ αγιασαι υμασ ολοτελεισ και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτωσ εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη
23Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24πιστοσ ο καλων υμασ οσ και ποιησει
24Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25αδελφοι προσευχεσθε περι ημων
25Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
26ασπασασθε τουσ αδελφουσ παντασ εν φιληματι αγιω
26Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27ορκιζω υμασ τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοισ αγιοισ αδελφοισ
27Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.
28η χαρισ του κυριου ημων ιησου χριστου μεθ υμων αμην
28Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.