ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1οι κυριοι το δικαιον και την ισοτητα τοισ δουλοισ παρεχεσθε ειδοτεσ οτι και υμεισ εχετε κυριον εν ουρανοισ
1Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.
2τη προσευχη προσκαρτερειτε γρηγορουντεσ εν αυτη εν ευχαριστια
2Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ·
3προσευχομενοι αμα και περι ημων ινα ο θεοσ ανοιξη ημιν θυραν του λογου λαλησαι το μυστηριον του χριστου δι ο και δεδεμαι
3προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾿ ὃ καὶ δέδεμαι·
4ινα φανερωσω αυτο ωσ δει με λαλησαι
4ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι.
5εν σοφια περιπατειτε προσ τουσ εξω τον καιρον εξαγοραζομενοι
5Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
6ο λογοσ υμων παντοτε εν χαριτι αλατι ηρτυμενοσ ειδεναι πωσ δει υμασ ενι εκαστω αποκρινεσθαι
6Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
7τα κατ εμε παντα γνωρισει υμιν τυχικοσ ο αγαπητοσ αδελφοσ και πιστοσ διακονοσ και συνδουλοσ εν κυριω
7Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ·
8ον επεμψα προσ υμασ εισ αυτο τουτο ινα γνω τα περι υμων και παρακαλεση τασ καρδιασ υμων
8ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν·
9συν ονησιμω τω πιστω και αγαπητω αδελφω οσ εστιν εξ υμων παντα υμιν γνωριουσιν τα ωδε
9σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε.
10ασπαζεται υμασ αρισταρχοσ ο συναιχμαλωτοσ μου και μαρκοσ ο ανεψιοσ βαρναβα περι ου ελαβετε εντολασ εαν ελθη προσ υμασ δεξασθε αυτον
10Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ, περὶ οὗ ἐλάβετε ἐντολάς — ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν·
11και ιησουσ ο λεγομενοσ ιουστοσ οι οντεσ εκ περιτομησ ουτοι μονοι συνεργοι εισ την βασιλειαν του θεου οιτινεσ εγενηθησαν μοι παρηγορια
11καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
12ασπαζεται υμασ επαφρασ ο εξ υμων δουλοσ χριστου παντοτε αγωνιζομενοσ υπερ υμων εν ταισ προσευχαισ ινα στητε τελειοι και πεπληρωμενοι εν παντι θεληματι του θεου
12Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ.
13μαρτυρω γαρ αυτω οτι εχει ζηλον πολυν υπερ υμων και των εν λαοδικεια και των εν ιεραπολει
13Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
14ασπαζεται υμασ λουκασ ο ιατροσ ο αγαπητοσ και δημασ
14Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ Δημᾶς.
15ασπασασθε τουσ εν λαοδικεια αδελφουσ και νυμφαν και την κατ οικον αυτου εκκλησιαν
15Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφούς, καὶ Νυμφᾶν, καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ ἐκκλησίαν.
16και οταν αναγνωσθη παρ υμιν η επιστολη ποιησατε ινα και εν τη λαοδικαιων εκκλησια αναγνωσθη και την εκ λαοδικειασ ινα και υμεισ αναγνωτε
16Καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
17και ειπατε αρχιππω βλεπε την διακονιαν ην παρελαβεσ εν κυριω ινα αυτην πληροισ
17Καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18ο ασπασμοσ τη εμη χειρι παυλου μνημονευετε μου των δεσμων η χαρισ μεθ υμων αμην
18Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.