ΠΡΟΣ ΤΙΤΟΝ 3
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1υπομιμνησκε αυτουσ αρχαισ και εξουσιαισ υποτασσεσθαι πειθαρχειν προσ παν εργον αγαθον ετοιμουσ ειναι
1Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
2μηδενα βλασφημειν αμαχουσ ειναι επιεικεισ πασαν ενδεικνυμενουσ πραοτητα προσ παντασ ανθρωπουσ
2μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους.
3ημεν γαρ ποτε και ημεισ ανοητοι απειθεισ πλανωμενοι δουλευοντεσ επιθυμιαισ και ηδοναισ ποικιλαισ εν κακια και φθονω διαγοντεσ στυγητοι μισουντεσ αλληλουσ
3Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
4οτε δε η χρηστοτησ και η φιλανθρωπια επεφανη του σωτηροσ ημων θεου
4Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ,
5ουκ εξ εργων των εν δικαιοσυνη ων εποιησαμεν ημεισ αλλα κατα τον αυτου ελεον εσωσεν ημασ δια λουτρου παλιγγενεσιασ και ανακαινωσεωσ πνευματοσ αγιου
5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
6ου εξεχεεν εφ ημασ πλουσιωσ δια ιησου χριστου του σωτηροσ ημων
6οὗ ἐξέχεεν ἐφ᾿ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
7ινα δικαιωθεντεσ τη εκεινου χαριτι κληρονομοι γενωμεθα κατ ελπιδα ζωησ αιωνιου
7ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα κατ᾿ ἐλπίδα ζωῆς αἰωνίου.
8πιστοσ ο λογοσ και περι τουτων βουλομαι σε διαβεβαιουσθαι ινα φροντιζωσιν καλων εργων προιστασθαι οι πεπιστευκοτεσ θεω ταυτα εστιν τα καλα και ωφελιμα τοισ ανθρωποισ
8Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·
9μωρασ δε ζητησεισ και γενεαλογιασ και ερεισ και μαχασ νομικασ περιιστασο εισιν γαρ ανωφελεισ και ματαιοι
9μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
10αιρετικον ανθρωπον μετα μιαν και δευτεραν νουθεσιαν παραιτου
10Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
11ειδωσ οτι εξεστραπται ο τοιουτοσ και αμαρτανει ων αυτοκατακριτοσ
11εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
12οταν πεμψω αρτεμαν προσ σε η τυχικον σπουδασον ελθειν προσ με εισ νικοπολιν εκει γαρ κεκρικα παραχειμασαι
12Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
13ζηναν τον νομικον και απολλω σπουδαιωσ προπεμψον ινα μηδεν αυτοισ λειπη
13Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
14μανθανετωσαν δε και οι ημετεροι καλων εργων προιστασθαι εισ τασ αναγκαιασ χρειασ ινα μη ωσιν ακαρποι
14Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15ασπαζονται σε οι μετ εμου παντεσ ασπασαι τουσ φιλουντασ ημασ εν πιστει η χαρισ μετα παντων υμων αμην
15Ἀσπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.