ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ωστε αδελφοι μου αγαπητοι και επιποθητοι χαρα και στεφανοσ μου ουτωσ στηκετε εν κυριω αγαπητοι
1Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.
2ευοδιαν παρακαλω και συντυχην παρακαλω το αυτο φρονειν εν κυριω
2Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ.
3ναι ερωτω και σε συζυγε γνησιε συλλαμβανου αυταισ αιτινεσ εν τω ευαγγελιω συνηθλησαν μοι μετα και κλημεντοσ και των λοιπων συνεργων μου ων τα ονοματα εν βιβλω ζωησ
3Καὶ ἐρωτῶ καί σε, σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
4χαιρετε εν κυριω παντοτε παλιν ερω χαιρετε
4Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
5το επιεικεσ υμων γνωσθητω πασιν ανθρωποισ ο κυριοσ εγγυσ
5Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς.
6μηδεν μεριμνατε αλλ εν παντι τη προσευχη και τη δεησει μετα ευχαριστιασ τα αιτηματα υμων γνωριζεσθω προσ τον θεον
6Μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
7και η ειρηνη του θεου η υπερεχουσα παντα νουν φρουρησει τασ καρδιασ υμων και τα νοηματα υμων εν χριστω ιησου
7Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
8το λοιπον αδελφοι οσα εστιν αληθη οσα σεμνα οσα δικαια οσα αγνα οσα προσφιλη οσα ευφημα ει τισ αρετη και ει τισ επαινοσ ταυτα λογιζεσθε
8Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε.
9α και εμαθετε και παρελαβετε και ηκουσατε και ειδετε εν εμοι ταυτα πρασσετε και ο θεοσ τησ ειρηνησ εσται μεθ υμων
9Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.
10εχαρην δε εν κυριω μεγαλωσ οτι ηδη ποτε ανεθαλετε το υπερ εμου φρονειν εφ ω και εφρονειτε ηκαιρεισθε δε
10Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾿ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ.
11ουχ οτι καθ υστερησιν λεγω εγω γαρ εμαθον εν οισ ειμι αυταρκησ ειναι
11Οὐχ ὅτι καθ᾿ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμί, αὐτάρκης εἶναι.
12οιδα και ταπεινουσθαι οιδα και περισσευειν εν παντι και εν πασιν μεμυημαι και χορταζεσθαι και πειναν και περισσευειν και υστερεισθαι
12Οἶδα δὲ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι.
13παντα ισχυω εν τω ενδυναμουντι με χριστω
13Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.
14πλην καλωσ εποιησατε συγκοινωνησαντεσ μου τη θλιψει
14Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
15οιδατε δε και υμεισ φιλιππησιοι οτι εν αρχη του ευαγγελιου οτε εξηλθον απο μακεδονιασ ουδεμια μοι εκκλησια εκοινωνησεν εισ λογον δοσεωσ και ληψεωσ ει μη υμεισ μονοι
15Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι·
16οτι και εν θεσσαλονικη και απαξ και δισ εισ την χρειαν μοι επεμψατε
16ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.
17ουχ οτι επιζητω το δομα αλλ επιζητω τον καρπον τον πλεοναζοντα εισ λογον υμων
17Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ᾿ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.
18απεχω δε παντα και περισσευω πεπληρωμαι δεξαμενοσ παρα επαφροδιτου τα παρ υμων οσμην ευωδιασ θυσιαν δεκτην ευαρεστον τω θεω
18Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾿ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ Θεῷ.
19ο δε θεοσ μου πληρωσει πασαν χρειαν υμων κατα τον πλουτον αυτου εν δοξη εν χριστω ιησου
19Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ.
20τω δε θεω και πατρι ημων η δοξα εισ τουσ αιωνασ των αιωνων αμην
20Τῷ δὲ Θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
21ασπασασθε παντα αγιον εν χριστω ιησου ασπαζονται υμασ οι συν εμοι αδελφοι
21Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
22ασπαζονται υμασ παντεσ οι αγιοι μαλιστα δε οι εκ τησ καισαροσ οικιασ
22Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
23η χαρισ του κυριου ιησου χριστου μετα παντων υμων αμην
23Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.