ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
Chapter 6

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1τα τεκνα υπακουετε τοισ γονευσιν υμων εν κυριω τουτο γαρ εστιν δικαιον
1Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον.
2τιμα τον πατερα σου και την μητερα ητισ εστιν εντολη πρωτη εν επαγγελια
2Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,
3ινα ευ σοι γενηται και εση μακροχρονιοσ επι τησ γησ
3ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
4και οι πατερεσ μη παροργιζετε τα τεκνα υμων αλλ εκτρεφετε αυτα εν παιδεια και νουθεσια κυριου
4Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾿ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
5οι δουλοι υπακουετε τοισ κυριοισ κατα σαρκα μετα φοβου και τρομου εν απλοτητι τησ καρδιασ υμων ωσ τω χριστω
5Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ·
6μη κατ οφθαλμοδουλειαν ωσ ανθρωπαρεσκοι αλλ ωσ δουλοι του χριστου ποιουντεσ το θελημα του θεου εκ ψυχησ
6μὴ κατ᾿ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς,
7μετ ευνοιασ δουλευοντεσ ωσ τω κυριω και ουκ ανθρωποισ
7μετ᾿ εὐνοίας δουλεύοντες τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις·
8ειδοτεσ οτι ο εαν τι εκαστοσ ποιηση αγαθον τουτο κομιειται παρα του κυριου ειτε δουλοσ ειτε ελευθεροσ
8εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
9και οι κυριοι τα αυτα ποιειτε προσ αυτουσ ανιεντεσ την απειλην ειδοτεσ οτι και υμων αυτων ο κυριοσ εστιν εν ουρανοισ και προσωποληψια ουκ εστιν παρ αυτω
9Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ᾿ αὐτῷ.
10το λοιπον αδελφοι μου ενδυναμουσθε εν κυριω και εν τω κρατει τησ ισχυοσ αυτου
10Τὸ λοιπόν, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
11ενδυσασθε την πανοπλιαν του θεου προσ το δυνασθαι υμασ στηναι προσ τασ μεθοδειασ του διαβολου
11Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.
12οτι ουκ εστιν ημιν η παλη προσ αιμα και σαρκα αλλα προσ τασ αρχασ προσ τασ εξουσιασ προσ τουσ κοσμοκρατορασ του σκοτουσ του αιωνοσ τουτου προσ τα πνευματικα τησ πονηριασ εν τοισ επουρανιοισ
12Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
13δια τουτο αναλαβετε την πανοπλιαν του θεου ινα δυνηθητε αντιστηναι εν τη ημερα τη πονηρα και απαντα κατεργασαμενοι στηναι
13Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
14στητε ουν περιζωσαμενοι την οσφυν υμων εν αληθεια και ενδυσαμενοι τον θωρακα τησ δικαιοσυνησ
14Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
15και υποδησαμενοι τουσ ποδασ εν ετοιμασια του ευαγγελιου τησ ειρηνησ
15καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης·
16επι πασιν αναλαβοντεσ τον θυρεον τησ πιστεωσ εν ω δυνησεσθε παντα τα βελη του πονηρου τα πεπυρωμενα σβεσαι
16ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.
17και την περικεφαλαιαν του σωτηριου δεξασθαι και την μαχαιραν του πνευματοσ ο εστιν ρημα θεου
17Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ·
18δια πασησ προσευχησ και δεησεωσ προσευχομενοι εν παντι καιρω εν πνευματι και εισ αυτο τουτο αγρυπνουντεσ εν παση προσκαρτερησει και δεησει περι παντων των αγιων
18διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,
19και υπερ εμου ινα μοι δοθη λογοσ εν ανοιξει του στοματοσ μου εν παρρησια γνωρισαι το μυστηριον του ευαγγελιου
19καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθείη λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου,
20υπερ ου πρεσβευω εν αλυσει ινα εν αυτω παρρησιασωμαι ωσ δει με λαλησαι
20ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.
21ινα δε ειδητε και υμεισ τα κατ εμε τι πρασσω παντα υμιν γνωρισει τυχικοσ ο αγαπητοσ αδελφοσ και πιστοσ διακονοσ εν κυριω
21Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾿ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ·
22ον επεμψα προσ υμασ εισ αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τασ καρδιασ υμων
22ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23ειρηνη τοισ αδελφοισ και αγαπη μετα πιστεωσ απο θεου πατροσ και κυριου ιησου χριστου
23Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
24η χαρισ μετα παντων των αγαπωντων τον κυριον ημων ιησουν χριστον εν αφθαρσια αμην
24Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν.

Tip: use the ← and → keys to turn chapters.