ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
Chapter 5

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1γινεσθε ουν μιμηται του θεου ωσ τεκνα αγαπητα
1Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά·
2και περιπατειτε εν αγαπη καθωσ και ο χριστοσ ηγαπησεν ημασ και παρεδωκεν εαυτον υπερ ημων προσφοραν και θυσιαν τω θεω εισ οσμην ευωδιασ
2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
3πορνεια δε και πασα ακαθαρσια η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθωσ πρεπει αγιοισ
3Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις·
4και αισχροτησ και μωρολογια η ευτραπελια τα ουκ ανηκοντα αλλα μαλλον ευχαριστια
4καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα· ἀλλὰ μᾶλλον εὐχαριστία.
5τουτο γαρ εστε γινωσκοντεσ οτι πασ πορνοσ η ακαθαρτοσ η πλεονεκτησ οσ εστιν ειδωλολατρησ ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου
5Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
6μηδεισ υμασ απατατω κενοισ λογοισ δια ταυτα γαρ ερχεται η οργη του θεου επι τουσ υιουσ τησ απειθειασ
6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7μη ουν γινεσθε συμμετοχοι αυτων
7Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
8ητε γαρ ποτε σκοτοσ νυν δε φωσ εν κυριω ωσ τεκνα φωτοσ περιπατειτε
8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε —
9ο γαρ καρποσ του πνευματοσ εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια
9ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ —
10δοκιμαζοντεσ τι εστιν ευαρεστον τω κυριω
10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ·
11και μη συγκοινωνειτε τοισ εργοισ τοισ ακαρποισ του σκοτουσ μαλλον δε και ελεγχετε
11καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·
12τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν
12τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν.
13τα δε παντα ελεγχομενα υπο του φωτοσ φανερουται παν γαρ το φανερουμενον φωσ εστιν
13Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστί.
14διο λεγει εγειρε ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστοσ
14Διὸ λέγει, Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
15βλεπετε ουν πωσ ακριβωσ περιπατειτε μη ωσ ασοφοι αλλ ωσ σοφοι
15Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί,
16εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν
16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.
17δια τουτο μη γινεσθε αφρονεσ αλλα συνιεντεσ τι το θελημα του κυριου
17Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.
18και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι
18Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
19λαλουντεσ εαυτοισ ψαλμοισ και υμνοισ και ωδαισ πνευματικαισ αδοντεσ και ψαλλοντεσ εν τη καρδια υμων τω κυριω
19λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,
20ευχαριστουντεσ παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι
20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί,
21υποτασσομενοι αλληλοισ εν φοβω χριστου
21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.
22αι γυναικεσ τοισ ιδιοισ ανδρασιν υποτασσεσθε ωσ τω κυριω
22Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ.
23οτι ανηρ εστιν κεφαλη τησ γυναικοσ ωσ και ο χριστοσ κεφαλη τησ εκκλησιασ και αυτοσ εστιν σωτηρ του σωματοσ
23Ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος.
24αλλ ωσπερ η εκκλησια υποτασσεται τω χριστω ουτωσ και αι γυναικεσ τοισ ιδιοισ ανδρασιν εν παντι
24Ἀλλ᾿ ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
25οι ανδρεσ αγαπατε τασ γυναικασ εαυτων καθωσ και ο χριστοσ ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτησ
25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς·
26ινα αυτην αγιαση καθαρισασ τω λουτρω του υδατοσ εν ρηματι
26ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
27ινα παραστηση αυτην εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμοσ
27ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
28ουτωσ οφειλουσιν οι ανδρεσ αγαπαν τασ εαυτων γυναικασ ωσ τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα
28Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ·
29ουδεισ γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλ εκτρεφει και θαλπει αυτην καθωσ και ο κυριοσ την εκκλησιαν
29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν·
30οτι μελη εσμεν του σωματοσ αυτου εκ τησ σαρκοσ αυτου και εκ των οστεων αυτου
30ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ.
31αντι τουτου καταλειψει ανθρωποσ τον πατερα αυτου και την μητερα και προσκολληθησεται προσ την γυναικα αυτου και εσονται οι δυο εισ σαρκα μιαν
31Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
32το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εισ χριστον και εισ την εκκλησιαν
32Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33πλην και υμεισ οι καθ ενα εκαστοσ την εαυτου γυναικα ουτωσ αγαπατω ωσ εαυτον η δε γυνη ινα φοβηται τον ανδρα
33Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Tip: use the ← and → keys to turn chapters.