ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1γινεσθε ουν μιμηται του θεου ωσ τεκνα αγαπητα
1γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
2και περιπατειτε εν αγαπη καθωσ και ο χριστοσ ηγαπησεν ημασ και παρεδωκεν εαυτον υπερ ημων προσφοραν και θυσιαν τω θεω εισ οσμην ευωδιασ
2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
3πορνεια δε και πασα ακαθαρσια η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθωσ πρεπει αγιοισ
3Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσα⸃ ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
4και αισχροτησ και μωρολογια η ευτραπελια τα ουκ ανηκοντα αλλα μαλλον ευχαριστια
4καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν⸃, ἀλλὰ μᾶλλον εὐχαριστία.
5τουτο γαρ εστε γινωσκοντεσ οτι πασ πορνοσ η ακαθαρτοσ η πλεονεκτησ οσ εστιν ειδωλολατρησ ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου
5τοῦτο γὰρ ⸀ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
6μηδεισ υμασ απατατω κενοισ λογοισ δια ταυτα γαρ ερχεται η οργη του θεου επι τουσ υιουσ τησ απειθειασ
6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7μη ουν γινεσθε συμμετοχοι αυτων
7μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
8ητε γαρ ποτε σκοτοσ νυν δε φωσ εν κυριω ωσ τεκνα φωτοσ περιπατειτε
8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
9ο γαρ καρποσ του πνευματοσ εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια
9ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
10δοκιμαζοντεσ τι εστιν ευαρεστον τω κυριω
10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
11και μη συγκοινωνειτε τοισ εργοισ τοισ ακαρποισ του σκοτουσ μαλλον δε και ελεγχετε
11καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
12τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν
12τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
13τα δε παντα ελεγχομενα υπο του φωτοσ φανερουται παν γαρ το φανερουμενον φωσ εστιν
13τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,
14διο λεγει εγειρε ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστοσ
14πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
15βλεπετε ουν πωσ ακριβωσ περιπατειτε μη ωσ ασοφοι αλλ ωσ σοφοι
15Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς⸃ περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί,
16εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν
16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
17δια τουτο μη γινεσθε αφρονεσ αλλα συνιεντεσ τι το θελημα του κυριου
17διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετε τί τὸ θέλημα τοῦ κυρίου·
18και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι
18καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
19λαλουντεσ εαυτοισ ψαλμοισ και υμνοισ και ωδαισ πνευματικαισ αδοντεσ και ψαλλοντεσ εν τη καρδια υμων τω κυριω
19λαλοῦντες ⸀ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
20ευχαριστουντεσ παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι
20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
21υποτασσομενοι αλληλοισ εν φοβω χριστου
21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
22αι γυναικεσ τοισ ιδιοισ ανδρασιν υποτασσεσθε ωσ τω κυριω
22Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσιν ὡς τῷ κυρίῳ,
23οτι ανηρ εστιν κεφαλη τησ γυναικοσ ωσ και ο χριστοσ κεφαλη τησ εκκλησιασ και αυτοσ εστιν σωτηρ του σωματοσ
23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρ τοῦ σώματος.
24αλλ ωσπερ η εκκλησια υποτασσεται τω χριστω ουτωσ και αι γυναικεσ τοισ ιδιοισ ανδρασιν εν παντι
24ἀλλὰ ⸀ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς ἀνδράσιν ἐν παντί.
25οι ανδρεσ αγαπατε τασ γυναικασ εαυτων καθωσ και ο χριστοσ ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτησ
25Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
26ινα αυτην αγιαση καθαρισασ τω λουτρω του υδατοσ εν ρηματι
26ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
27ινα παραστηση αυτην εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμοσ
27ἵνα παραστήσῃ ⸀αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
28ουτωσ οφειλουσιν οι ανδρεσ αγαπαν τασ εαυτων γυναικασ ωσ τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα
28οὕτως ὀφείλουσιν ⸀καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
29ουδεισ γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλ εκτρεφει και θαλπει αυτην καθωσ και ο κυριοσ την εκκλησιαν
29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸς τὴν ἐκκλησίαν,
30οτι μελη εσμεν του σωματοσ αυτου εκ τησ σαρκοσ αυτου και εκ των οστεων αυτου
30ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ.
31αντι τουτου καταλειψει ανθρωποσ τον πατερα αυτου και την μητερα και προσκολληθησεται προσ την γυναικα αυτου και εσονται οι δυο εισ σαρκα μιαν
31ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν ⸀πατέρα καὶ ⸀τὴν μητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
32το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εισ χριστον και εισ την εκκλησιαν
32τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33πλην και υμεισ οι καθ ενα εκαστοσ την εαυτου γυναικα ουτωσ αγαπατω ωσ εαυτον η δε γυνη ινα φοβηται τον ανδρα
33πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Tip: use the ← and → keys to turn chapters.