ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄ 1
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1παυλοσ και σιλουανοσ και τιμοθεοσ τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω
1Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ·
2χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ ⸀πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3ευχαριστειν οφειλομεν τω θεω παντοτε περι υμων αδελφοι καθωσ αξιον εστιν οτι υπεραυξανει η πιστισ υμων και πλεοναζει η αγαπη ενοσ εκαστου παντων υμων εισ αλληλουσ
3Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους,
4ωστε ημασ αυτουσ εν υμιν καυχασθαι εν ταισ εκκλησιαισ του θεου υπερ τησ υπομονησ υμων και πιστεωσ εν πασιν τοισ διωγμοισ υμων και ταισ θλιψεσιν αισ ανεχεσθε
4ὥστε ⸂αὐτοὺς ἡμᾶς⸃ ἐν ὑμῖν ⸀ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
5ενδειγμα τησ δικαιασ κρισεωσ του θεου εισ το καταξιωθηναι υμασ τησ βασιλειασ του θεου υπερ ησ και πασχετε
5ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
6ειπερ δικαιον παρα θεω ανταποδουναι τοισ θλιβουσιν υμασ θλιψιν
6εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
7και υμιν τοισ θλιβομενοισ ανεσιν μεθ ημων εν τη αποκαλυψει του κυριου ιησου απ ουρανου μετ αγγελων δυναμεωσ αυτου
7καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθʼ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπʼ οὐρανοῦ μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ
8εν πυρι φλογοσ διδοντοσ εκδικησιν τοισ μη ειδοσιν θεον και τοισ μη υπακουουσιν τω ευαγγελιω του κυριου ημων ιησου
8ἐν ⸂φλογὶ πυρός⸃, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ,
9οιτινεσ δικην τισουσιν ολεθρον αιωνιον απο προσωπου του κυριου και απο τησ δοξησ τησ ισχυοσ αυτου
9οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,
10οταν ελθη ενδοξασθηναι εν τοισ αγιοισ αυτου και θαυμασθηναι εν πασιν τοισ πιστευσασιν οτι επιστευθη το μαρτυριον ημων εφ υμασ εν τη ημερα εκεινη
10ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
11εισ ο και προσευχομεθα παντοτε περι υμων ινα υμασ αξιωση τησ κλησεωσ ο θεοσ ημων και πληρωση πασαν ευδοκιαν αγαθωσυνησ και εργον πιστεωσ εν δυναμει
11εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
12οπωσ ενδοξασθη το ονομα του κυριου ημων ιησου εν υμιν και υμεισ εν αυτω κατα την χαριν του θεου ημων και κυριου ιησου χριστου
12ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Tip: use the ← and → keys to turn chapters.