ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1τουτου χαριν εγω παυλοσ ο δεσμιοσ του χριστου ιησου υπερ υμων των εθνων
1Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν,
2ειγε ηκουσατε την οικονομιαν τησ χαριτοσ του θεου τησ δοθεισησ μοι εισ υμασ
2εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,
3οτι κατα αποκαλυψιν εγνωρισεν μοι το μυστηριον καθωσ προεγραψα εν ολιγω
3ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,
4προσ ο δυνασθε αναγινωσκοντεσ νοησαι την συνεσιν μου εν τω μυστηριω του χριστου
4πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ·
5ο ετεραισ γενεαισ ουκ εγνωρισθη τοισ υιοισ των ανθρωπων ωσ νυν απεκαλυφθη τοισ αγιοισ αποστολοισ αυτου και προφηταισ εν πνευματι
5ὃ ἐν ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι·
6ειναι τα εθνη συγκληρονομα και συσσωμα και συμμετοχα τησ επαγγελιασ αυτου εν τω χριστω δια του ευαγγελιου
6εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου,
7ου εγενομην διακονοσ κατα την δωρεαν τησ χαριτοσ του θεου την δοθεισαν μοι κατα την ενεργειαν τησ δυναμεωσ αυτου
7οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.
8εμοι τω ελαχιστοτερω παντων αγιων εδοθη η χαρισ αυτη εν τοισ εθνεσιν ευαγγελισασθαι τον ανεξιχνιαστον πλουτον του χριστου
8Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ,
9και φωτισαι παντασ τισ η οικονομια του μυστηριου του αποκεκρυμμενου απο των αιωνων εν τω θεω τω τα παντα κτισαντι δια ιησου χριστου
9καὶ φωτίσαι πάντας τίς ἡ κοινωνία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ,
10ινα γνωρισθη νυν ταισ αρχαισ και ταισ εξουσιαισ εν τοισ επουρανιοισ δια τησ εκκλησιασ η πολυποικιλοσ σοφια του θεου
10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ,
11κατα προθεσιν των αιωνων ην εποιησεν εν χριστω ιησου τω κυριω ημων
11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·
12εν ω εχομεν την παρρησιαν και την προσαγωγην εν πεποιθησει δια τησ πιστεωσ αυτου
12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.
13διο αιτουμαι μη εκκακειν εν ταισ θλιψεσιν μου υπερ υμων ητισ εστιν δοξα υμων
13Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.
14τουτου χαριν καμπτω τα γονατα μου προσ τον πατερα του κυριου ημων ιησου χριστου
14Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
15εξ ου πασα πατρια εν ουρανοισ και επι γησ ονομαζεται
15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,
16ινα δωη υμιν κατα τον πλουτον τησ δοξησ αυτου δυναμει κραταιωθηναι δια του πνευματοσ αυτου εισ τον εσω ανθρωπον
16ἵνα δῴη ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,
17κατοικησαι τον χριστον δια τησ πιστεωσ εν ταισ καρδιαισ υμων
17κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν·
18εν αγαπη ερριζωμενοι και τεθεμελιωμενοι ινα εξισχυσητε καταλαβεσθαι συν πασιν τοισ αγιοισ τι το πλατοσ και μηκοσ και βαθοσ και υψοσ
18ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος,
19γνωναι τε την υπερβαλλουσαν τησ γνωσεωσ αγαπην του χριστου ινα πληρωθητε εισ παν το πληρωμα του θεου
19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.
20τω δε δυναμενω υπερ παντα ποιησαι υπερ εκπερισσου ων αιτουμεθα η νοουμεν κατα την δυναμιν την ενεργουμενην εν ημιν
20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,
21αυτω η δοξα εν τη εκκλησια εν χριστω ιησου εισ πασασ τασ γενεασ του αιωνοσ των αιωνων αμην
21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.