ΑΠΟΚΑΛΥΨΙΣ 21
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1και ειδον ουρανον καινον και γην καινην ο γαρ πρωτοσ ουρανοσ και η πρωτη γη απηλθον και η θαλασσα ουκ εστιν ετι
1Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθε, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
2και την πολιν την αγιαν ιερουσαλημ καινην ειδον καταβαινουσαν εκ του ουρανου απο του θεου ητοιμασμενην ωσ νυμφην κεκοσμημενην τω ανδρι αυτησ
2Καὶ ἐγὼ Ἰωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινήν, καταβαίνουσαν ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
3και ηκουσα φωνησ μεγαλησ εκ του ουρανου λεγουσησ ιδου η σκηνη του θεου μετα των ανθρωπων και σκηνωσει μετ αυτων και αυτοι λαοσ αυτου εσονται και αυτοσ ο θεοσ εσται μετ αυτων
3Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ, λεγούσης, Ἰδού, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾿ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς ἔσται μετ᾿ αὐτῶν, Θεὸς αὐτῶν·
4και εξαλειψει παν δακρυον απο των οφθαλμων αυτων και ο θανατοσ ουκ εσται ετι ουτε πενθοσ ουτε κραυγη ουτε πονοσ ουκ εσται ετι οτι τα πρωτα απηλθον
4καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.
5και ειπεν ο καθημενοσ επι τω θρονω ιδου παντα καινα ποιω και λεγει μοι γραψον οτι ουτοι οι λογοι αληθινοι και πιστοι εισιν
5Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, Ἰδού, καινὰ πάντα ποιῶ. Καὶ λέγει μοι, Γράψον· ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοί εἰσι.
6και ειπεν μοι γεγονα το αλφα και το ω η αρχη και το τελοσ εγω τω διψωντι δωσω εκ τησ πηγησ του υδατοσ τησ ζωησ δωρεαν
6Καὶ εἶπέ μοι, Γέγονε. Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. Ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
7ο νικων κληρονομησει ταυτα και εσομαι αυτω θεοσ και αυτοσ εσται μοι υιοσ
7Ὁ νικῶν κληρονομήσει πάντα, καὶ ἔσομαι αὐτῷ Θεός, καὶ αὐτὸς ἔσται μοι ὁ υἱός.
8τοισ δε δειλοισ και απιστοισ και αμαρτωλοισ και εβδελυγμενοισ και φονευσιν και πορνοισ και φαρμακοισ και ειδωλολατραισ και πασιν τοισ ψευδεσιν το μεροσ αυτων εν τη λιμνη τη καιομενη πυρι και θειω ο εστιν ο θανατοσ ο δευτεροσ
8Δειλοῖς δὲ καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακεῦσι καὶ εἰδωλολάτραις, καὶ πᾶσι τοῖς ψευδέσι, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστι δεύτερος θάνατος.
9και ηλθεν εισ εκ των επτα αγγελων των εχοντων τασ επτα φιαλασ γεμουσασ των επτα πληγων των εσχατων και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι την γυναικα την νυμφην του αρνιου
9Καὶ ἦλθε πρός με εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ᾿ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴν νύμφην τοῦ ἀρνίου τὴν γυναῖκα.
10και απηνεγκεν με εν πνευματι επ οροσ μεγα και υψηλον και εδειξεν μοι την πολιν την μεγαλην την αγιαν ιερουσαλημ καταβαινουσαν εκ του ουρανου απο του θεου
10Καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπ᾿ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν μεγάλην, τὴν ἁγίαν Ἱερουσαλήμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ,
11εχουσαν την δοξαν του θεου ο φωστηρ αυτησ ομοιοσ λιθω τιμιωτατω ωσ λιθω ιασπιδι κρυσταλλιζοντι
11ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· καὶ ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
12εχουσα τειχοσ μεγα και υψηλον εχουσα πυλωνασ δωδεκα και επι τοισ πυλωσιν αγγελουσ δωδεκα και ονοματα επιγεγραμμενα α εστιν ονοματα των δωδεκα φυλων των υιων ισραηλ
12ἔχουσάν τε τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσαν πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστι τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ.
13απο ανατολων πυλωνεσ τρεισ και απο βορρα πυλωνεσ τρεισ και απο νοτου πυλωνεσ τρεισ και απο δυσμων πυλωνεσ τρεισ
13Ἀπ᾿ ἀνατολῆς, πυλῶνες τρεῖς· ἀπὸ βορρᾶ, πυλῶνες τρεῖς· ἀπὸ νότου, πυλῶνες τρεῖς· ἀπὸ δυσμῶν, πυλῶνες τρεῖς.
14και το τειχοσ τησ πολεωσ εχον θεμελιουσ δωδεκα και επ αυτων δωδεκα ονοματα των δωδεκα αποστολων του αρνιου
14Καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐν αὐτοῖς ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν ινα μετρηση την πολιν και τουσ πυλωνασ αυτησ και το τειχοσ αυτησ
15Καὶ ὁ λαλῶν μετ᾿ ἐμοῦ εἶχε κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν, καὶ τοὺς πυλῶνας αὐτῆς, καὶ τὸ τεῖχος αὐτῆς.
16και η πολισ τετραγωνοσ κειται και το μηκοσ αυτησ οσον το πλατοσ και εμετρησεν την πολιν τω καλαμω επι σταδιουσ δωδεκα χιλιαδων δωδεκα το μηκοσ και το πλατοσ και το υψοσ αυτησ ισα εστιν
16Καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς τοσοῦτόν ἐστιν ὅσον καὶ τὸ πλάτος. Καὶ ἐμέτρησε τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί.
17και εμετρησεν το τειχοσ αυτησ εκατον τεσσαρακοντα τεσσαρων πηχων μετρον ανθρωπου ο εστιν αγγελου
17Καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.
18και ην η ενδομησισ του τειχουσ αυτησ ιασπισ και η πολισ χρυσιον καθαρον ομοιον υελω καθαρω
18Καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς, ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρόν, ὅμοια ὑάλῳ καθαρῷ.
19οι θεμελιοι του τειχουσ τησ πολεωσ παντι λιθω τιμιω κεκοσμημενοι ο θεμελιοσ ο πρωτοσ ιασπισ ο δευτεροσ σαπφειροσ ο τριτοσ χαλκηδων ο τεταρτοσ σμαραγδοσ
19Καὶ οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. Ὁ θεμέλιος ὁ πρῶτος, ἴασπις· ὁ δεύτερος, σάπφειρος· ὁ τρίτος, χαλκηδών· ὁ τέταρτος, σμάραγδος·
20ο πεμπτοσ σαρδονυξ ο εκτοσ σαρδιον ο εβδομοσ χρυσολιθοσ ο ογδοοσ βηρυλλοσ ο ενατοσ τοπαζιον ο δεκατοσ χρυσοπρασοσ ο ενδεκατοσ υακινθοσ ο δωδεκατοσ αμεθυσοσ
20ὁ πέμπτος, σαρδόνυξ· ὁ ἕκτος, σάρδιος· ὁ ἕβδομος, χρυσόλιθος· ὁ ὄγδοος, βήρυλλος· ὁ ἔννατος, τοπάζιον· ὁ δέκατος, χρυσόπρασος· ὁ ἑνδέκατος, ὑάκινθος· ὁ δωδέκατος, ἀμέθυστος.
21και οι δωδεκα πυλωνεσ δωδεκα μαργαριται ανα εισ εκαστοσ των πυλωνων ην εξ ενοσ μαργαριτου και η πλατεια τησ πολεωσ χρυσιον καθαρον ωσ υελοσ διαυγησ
21Καὶ οἱ δώδεκα πυλῶνες, δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν, ὡς ὕαλος διαφανής.
22και ναον ουκ ειδον εν αυτη ο γαρ κυριοσ ο θεοσ ο παντοκρατωρ ναοσ αυτησ εστιν και το αρνιον
22Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστί, καὶ τὸ ἀρνίον.
23και η πολισ ου χρειαν εχει του ηλιου ουδε τησ σεληνησ ινα φαινωσιν αυτη η γαρ δοξα του θεου εφωτισεν αυτην και ο λυχνοσ αυτησ το αρνιον
23Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν ἐν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
24και περιπατησουσιν τα εθνη δια του φωτοσ αυτησ και οι βασιλεισ τησ γησ φερουσιν αυτω δοξαν και τιμην των εθνων εισ αυτην
24Καὶ τὰ ἔθνη τῶν σῳζομένων ἐν τῷ φωτὶ αὐτῆς περιπατήσουσι· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν.
25και οι πυλωνεσ αυτησ ου μη κλεισθωσιν ημερασ νυξ γαρ ουκ εσται εκει
25Καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας — νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ —
26και οισουσιν την δοξαν και την τιμην των εθνων εισ αυτην
26καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν·
27και ου μη εισελθη εισ αυτην παν κοινον και ποιουν βδελυγμα και ψευδοσ ει μη οι γεγραμμενοι εν τω βιβλιω τησ ζωησ του αρνιου
27καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινοῦν, καὶ ποιοῦν βδέλυγμα καὶ ψεῦδος· εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.
Tip: use the ← and → keys to turn chapters.