ΑΠΟΚΑΛΥΨΙΣ
Chapter 17
Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1και ηλθεν εισ εκ των επτα αγγελων των εχοντων τασ επτα φιαλασ και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι το κριμα τησ πορνησ τησ μεγαλησ τησ καθημενησ επι των υδατων των πολλων
1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾿ ἐμοῦ, λέγων μοι, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν·
2μεθ ησ επορνευσαν οι βασιλεισ τησ γησ και εμεθυσθησαν οι κατοικουντεσ την γην εκ του οινου τησ πορνειασ αυτησ
2μεθ᾿ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς οἱ κατοικοῦντες τὴν γῆν.
3και απηνεγκεν με εισ ερημον εν πνευματι και ειδον γυναικα καθημενην επι θηριον κοκκινον γεμον ονοματα βλασφημιασ εχον κεφαλασ επτα και κερατα δεκα
3Καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον ὀνομάτων βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4και η γυνη ην περιβεβλημενη πορφυρουν και κοκκινον κεχρυσωμενη χρυσιω και λιθω τιμιω και μαργαριταισ εχουσα ποτηριον χρυσουν εν τη χειρι αυτησ γεμον βδελυγματων και τα ακαθαρτα τησ πορνειασ αυτησ
4Καὶ ἡ γυνὴ ἡ περιβεβλημένη πορφύρᾳ καὶ κοκκίνῳ, καὶ κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα χρυσοῦν ποτήριον ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ ἀκαθάρτητος πορνείας αὐτῆς,
5και επι το μετωπον αυτησ ονομα γεγραμμενον μυστηριον βαβυλων η μεγαλη η μητηρ των πορνων και των βδελυγματων τησ γησ
5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
6και ειδον την γυναικα μεθυουσαν εκ του αιματοσ των αγιων εκ του αιματοσ των μαρτυρων ιησου και εθαυμασα ιδων αυτην θαυμα μεγα
6Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων, καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα.
7και ειπεν μοι ο αγγελοσ δια τι εθαυμασασ εγω ερω σοι το μυστηριον τησ γυναικοσ και του θηριου του βασταζοντοσ αυτην του εχοντοσ τασ επτα κεφαλασ και τα δεκα κερατα
7Καὶ εἶπέ μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγώ σοι ἐρῶ τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
8το θηριον ο ειδεσ ην και ουκ εστιν και μελλει αναβαινειν εκ τησ αβυσσου και εισ απωλειαν υπαγειν και θαυμασονται οι κατοικουντεσ επι τησ γησ ων ου γεγραπται τα ονοματα επι το βιβλιον τησ ζωησ απο καταβολησ κοσμου βλεποντων οτι ην το θηριον και ουκ εστιν και παρεσται
8Θηρίον ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγειν. Καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες τὸ θηρίον ὅ, τι ἦν, καὶ οὐκ ἔστι, καίπερ ἔστιν.
9ωδε ο νουσ ο εχων σοφιαν αι επτα κεφαλαι επτα ορη εισιν οπου η γυνη καθηται επ αυτων
9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ ὄρη εἰσὶν ἑπτά, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾿ αὐτῶν.
10και βασιλεισ εισιν επτα οι πεντε επεσον ο εισ εστιν ο αλλοσ ουπω ηλθεν και οταν ελθη ολιγον δει αυτον μειναι
10Καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, καὶ ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε· καί, ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι.
11και το θηριον ο ην και ουκ εστιν και αυτοσ ογδοοσ εστιν και εκ των επτα εστιν και εισ απωλειαν υπαγει
11Καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12και τα δεκα κερατα α ειδεσ δεκα βασιλεισ εισιν οιτινεσ βασιλειαν ουπω ελαβον αλλ εξουσιαν ωσ βασιλεισ μιαν ωραν λαμβανουσιν μετα του θηριου
12Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾿ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.
13ουτοι μιαν εχουσιν γνωμην και την δυναμιν και την εξουσιαν αυτων τω θηριω διδοασιν
13Οὗτοι μίαν γνώμην ἔχουσι, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν ἑαυτῶν τῷ θηρίῳ διαδιδώσουσιν.
14ουτοι μετα του αρνιου πολεμησουσιν και το αρνιον νικησει αυτουσ οτι κυριοσ κυριων εστιν και βασιλευσ βασιλεων και οι μετ αυτου κλητοι και εκλεκτοι και πιστοι
14Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾿ αὐτοῦ, κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15και λεγει μοι τα υδατα α ειδεσ ου η πορνη καθηται λαοι και οχλοι εισιν και εθνη και γλωσσαι
15Καὶ λέγει μοι, Τὰ ὕδατα, ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσί, καὶ ἔθνη καὶ γλῶσσαι.
16και τα δεκα κερατα α ειδεσ και το θηριον ουτοι μισησουσιν την πορνην και ηρημωμενην ποιησουσιν αυτην και γυμνην ποιησουσιν αυτην και τασ σαρκασ αυτησ φαγονται και αυτην κατακαυσουσιν εν πυρι
16Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, ἐπὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.
17ο γαρ θεοσ εδωκεν εισ τασ καρδιασ αυτων ποιησαι την γνωμην αυτου και ποιησαι γνωμην μιαν και δουναι την βασιλειαν αυτων τω θηριω αχρι τελεσθωσιν οι λογοι του θεου
17Ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην, καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῇ τὰ ῥήματα τοῦ Θεοῦ.
18και η γυνη ην ειδεσ εστιν η πολισ η μεγαλη η εχουσα βασιλειαν επι των βασιλεων τησ γησ
18Καὶ ἡ γυνή, ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

Tip: use the ← and → keys to turn chapters.