ΠΡΑΞΕΙΣ 18
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1μετα δε ταυτα χωρισθεισ ο παυλοσ εκ των αθηνων ηλθεν εισ κορινθον
1Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
2και ευρων τινα ιουδαιον ονοματι ακυλαν ποντικον τω γενει προσφατωσ εληλυθοτα απο τησ ιταλιασ και πρισκιλλαν γυναικα αυτου δια το τεταχεναι κλαυδιον χωριζεσθαι παντασ τουσ ιουδαιουσ εκ τησ ρωμησ προσηλθεν αυτοισ
2Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς·
3και δια το ομοτεχνον ειναι εμενεν παρ αυτοισ και ειργαζετο ησαν γαρ σκηνοποιοι την τεχνην
3καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενε παρ᾿ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην.
4διελεγετο δε εν τη συναγωγη κατα παν σαββατον επειθεν τε ιουδαιουσ και ελληνασ
4Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας.
5ωσ δε κατηλθον απο τησ μακεδονιασ ο τε σιλασ και ο τιμοθεοσ συνειχετο τω πνευματι ο παυλοσ διαμαρτυρομενοσ τοισ ιουδαιοισ τον χριστον ιησουν
5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν.
6αντιτασσομενων δε αυτων και βλασφημουντων εκτιναξαμενοσ τα ιματια ειπεν προσ αυτουσ το αιμα υμων επι την κεφαλην υμων καθαροσ εγω απο του νυν εισ τα εθνη πορευσομαι
6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
7και μεταβασ εκειθεν ηλθεν εισ οικιαν τινοσ ονοματι ιουστου σεβομενου τον θεον ου η οικια ην συνομορουσα τη συναγωγη
7Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8κρισποσ δε ο αρχισυναγωγοσ επιστευσεν τω κυριω συν ολω τω οικω αυτου και πολλοι των κορινθιων ακουοντεσ επιστευον και εβαπτιζοντο
8Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
9ειπεν δε ο κυριοσ δι οραματοσ εν νυκτι τω παυλω μη φοβου αλλα λαλει και μη σιωπησησ
9Εἶπε δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς·
10διοτι εγω ειμι μετα σου και ουδεισ επιθησεται σοι του κακωσαι σε διοτι λαοσ εστιν μοι πολυσ εν τη πολει ταυτη
10διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
11εκαθισεν τε ενιαυτον και μηνασ εξ διδασκων εν αυτοισ τον λογον του θεου
11Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.
12γαλλιωνοσ δε ανθυπατευοντοσ τησ αχαιασ κατεπεστησαν ομοθυμαδον οι ιουδαιοι τω παυλω και ηγαγον αυτον επι το βημα
12Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13λεγοντεσ οτι παρα τον νομον ουτοσ αναπειθει τουσ ανθρωπουσ σεβεσθαι τον θεον
13λέγοντες ὅτι Παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.
14μελλοντοσ δε του παυλου ανοιγειν το στομα ειπεν ο γαλλιων προσ τουσ ιουδαιουσ ει μεν ουν ην αδικημα τι η ραδιουργημα πονηρον ω ιουδαιοι κατα λογον αν ηνεσχομην υμων
14Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν οὖν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν·
15ει δε ζητημα εστιν περι λογου και ονοματων και νομου του καθ υμασ οψεσθε αυτοι κριτησ γαρ εγω τουτων ου βουλομαι ειναι
15εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾿ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16και απηλασεν αυτουσ απο του βηματοσ
16Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17επιλαβομενοι δε παντεσ οι ελληνεσ σωσθενην τον αρχισυναγωγον ετυπτον εμπροσθεν του βηματοσ και ουδεν τουτων τω γαλλιωνι εμελλεν
17Ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
18ο δε παυλοσ ετι προσμεινασ ημερασ ικανασ τοισ αδελφοισ αποταξαμενοσ εξεπλει εισ την συριαν και συν αυτω πρισκιλλα και ακυλασ κειραμενοσ την κεφαλην εν κεγχρεαισ ειχεν γαρ ευχην
18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.
19κατηντησεν δε εισ εφεσον και εκεινουσ κατελιπεν αυτου αυτοσ δε εισελθων εισ την συναγωγην διελεχθη τοισ ιουδαιοισ
19Κατήντησε δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθη τοῖς Ἰουδαίοις.
20ερωτωντων δε αυτων επι πλειονα χρονον μειναι παρ αυτοισ ουκ επενευσεν
20Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ᾿ αὐτοῖς, οὐκ ἐπένευσεν·
21αλλ απεταξατο αυτοισ ειπων δει με παντωσ την εορτην την ερχομενην ποιησαι εισ ιεροσολυμα παλιν δε ανακαμψω προσ υμασ του θεου θελοντοσ ανηχθη απο τησ εφεσου
21ἀλλ᾿ ἀπετάξατο αὐτοῖς εἰπών, Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος. Καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
22και κατελθων εισ καισαρειαν αναβασ και ασπασαμενοσ την εκκλησιαν κατεβη εισ αντιοχειαν
22καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν.
23και ποιησασ χρονον τινα εξηλθεν διερχομενοσ καθεξησ την γαλατικην χωραν και φρυγιαν επιστηριζων παντασ τουσ μαθητασ
23Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
24ιουδαιοσ δε τισ απολλωσ ονοματι αλεξανδρευσ τω γενει ανηρ λογιοσ κατηντησεν εισ εφεσον δυνατοσ ων εν ταισ γραφαισ
24Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
25ουτοσ ην κατηχημενοσ την οδον του κυριου και ζεων τω πνευματι ελαλει και εδιδασκεν ακριβωσ τα περι του κυριου επισταμενοσ μονον το βαπτισμα ιωαννου
25Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου·
26ουτοσ τε ηρξατο παρρησιαζεσθαι εν τη συναγωγη ακουσαντεσ δε αυτου ακυλασ και πρισκιλλα προσελαβοντο αυτον και ακριβεστερον αυτω εξεθεντο την του θεου οδον
26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν.
27βουλομενου δε αυτου διελθειν εισ την αχαιαν προτρεψαμενοι οι αδελφοι εγραψαν τοισ μαθηταισ αποδεξασθαι αυτον οσ παραγενομενοσ συνεβαλετο πολυ τοισ πεπιστευκοσιν δια τησ χαριτοσ
27Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος·
28ευτονωσ γαρ τοισ ιουδαιοισ διακατηλεγχετο δημοσια επιδεικνυσ δια των γραφων ειναι τον χριστον ιησουν
28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.
Tip: use the ← and → keys to turn chapters.