ΠΡΑΞΕΙΣ 19
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1εγενετο δε εν τω τον απολλω ειναι εν κορινθω παυλον διελθοντα τα ανωτερικα μερη ελθειν εισ εφεσον και ευρων τινασ μαθητασ
1Ἐγένετο δέ, ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρών τινας μαθητὰς
2ειπεν προσ αυτουσ ει πνευμα αγιον ελαβετε πιστευσαντεσ οι δε ειπον προσ αυτον αλλ ουδε ει πνευμα αγιον εστιν ηκουσαμεν
2εἶπε πρὸς αὐτούς, Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον πρὸς αὐτόν, Ἀλλ᾿ οὐδὲ εἰ πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν.
3ειπεν τε προσ αυτουσ εισ τι ουν εβαπτισθητε οι δε ειπον εισ το ιωαννου βαπτισμα
3Εἶπέ τε πρὸς αὐτούς, Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον, Εἰς τὸ Ἰωάννου βάπτισμα.
4ειπεν δε παυλοσ ιωαννησ μεν εβαπτισεν βαπτισμα μετανοιασ τω λαω λεγων εισ τον ερχομενον μετ αυτον ινα πιστευσωσιν τουτ εστιν εισ τον χριστον ιησουν
4Εἶπε δὲ Παῦλος, Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν.
5ακουσαντεσ δε εβαπτισθησαν εισ το ονομα του κυριου ιησου
5Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
6και επιθεντοσ αυτοισ του παυλου τασ χειρασ ηλθεν το πνευμα το αγιον επ αυτουσ ελαλουν τε γλωσσαισ και προεφητευον
6Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.
7ησαν δε οι παντεσ ανδρεσ ωσει δεκαδυο
7Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.
8εισελθων δε εισ την συναγωγην επαρρησιαζετο επι μηνασ τρεισ διαλεγομενοσ και πειθων τα περι τησ βασιλειασ του θεου
8Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
9ωσ δε τινεσ εσκληρυνοντο και ηπειθουν κακολογουντεσ την οδον ενωπιον του πληθουσ αποστασ απ αυτων αφωρισεν τουσ μαθητασ καθ ημεραν διαλεγομενοσ εν τη σχολη τυραννου τινοσ
9Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾿ αὐτῶν ἀφώρισε τοὺς μαθητάς, καθ᾿ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.
10τουτο δε εγενετο επι ετη δυο ωστε παντασ τουσ κατοικουντασ την ασιαν ακουσαι τον λογον του κυριου ιησου ιουδαιουσ τε και ελληνασ
10Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας.
11δυναμεισ τε ου τασ τυχουσασ εποιει ο θεοσ δια των χειρων παυλου
11Δυνάμεις τε οὐ τὰς τυχούσας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου,
12ωστε και επι τουσ ασθενουντασ επιφερεσθαι απο του χρωτοσ αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τασ νοσουσ τα τε πνευματα τα πονηρα εξερχεσθαι απ αυτων
12ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ᾿ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ᾿ αὐτῶν.
13επεχειρησαν δε τινεσ απο των περιερχομενων ιουδαιων εξορκιστων ονομαζειν επι τουσ εχοντασ τα πνευματα τα πονηρα το ονομα του κυριου ιησου λεγοντεσ ορκιζομεν υμασ τον ιησουν ον ο παυλοσ κηρυσσει
13Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες, Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν ὃν ὁ Παῦλος κηρύσσει.
14ησαν δε τινεσ υιοι σκευα ιουδαιου αρχιερεωσ επτα οι τουτο ποιουντεσ
14Ἦσαν δέ τινες υἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ οἱ τοῦτο ποιοῦντες.
15αποκριθεν δε το πνευμα το πονηρον ειπεν τον ιησουν γινωσκω και τον παυλον επισταμαι υμεισ δε τινεσ εστε
15Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπε, Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ;
16και εφαλλομενοσ επ αυτουσ ο ανθρωποσ εν ω ην το πνευμα το πονηρον και κατακυριευσαν αυτων ισχυσεν κατ αυτων ωστε γυμνουσ και τετραυματισμενουσ εκφυγειν εκ του οικου εκεινου
16Καὶ ἐφαλλόμενος ἐπ᾿ αὐτοὺς ὁ ἄνθρωπος ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, καὶ κατακυριεύσας αὐτῶν, ἴσχυσε κατ᾿ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
17τουτο δε εγενετο γνωστον πασιν ιουδαιοισ τε και ελλησιν τοισ κατοικουσιν την εφεσον και επεπεσεν φοβοσ επι παντασ αυτουσ και εμεγαλυνετο το ονομα του κυριου ιησου
17Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
18πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντεσ τασ πραξεισ αυτων
18Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι, καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
19ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντεσ τασ βιβλουσ κατεκαιον ενωπιον παντων και συνεψηφισαν τασ τιμασ αυτων και ευρον αργυριου μυριαδασ πεντε
19Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
20ουτωσ κατα κρατοσ ο λογοσ του κυριου ηυξανεν και ισχυεν
20Οὕτω κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν.
21ωσ δε επληρωθη ταυτα εθετο ο παυλοσ εν τω πνευματι διελθων την μακεδονιαν και αχαιαν πορευεσθαι εισ ιερουσαλημ ειπων οτι μετα το γενεσθαι με εκει δει με και ρωμην ιδειν
21Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλήμ, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.
22αποστειλασ δε εισ την μακεδονιαν δυο των διακονουντων αυτω τιμοθεον και εραστον αυτοσ επεσχεν χρονον εισ την ασιαν
22Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν.
23εγενετο δε κατα τον καιρον εκεινον ταραχοσ ουκ ολιγοσ περι τησ οδου
23Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
24δημητριοσ γαρ τισ ονοματι αργυροκοποσ ποιων ναουσ αργυρουσ αρτεμιδοσ παρειχετο τοισ τεχνιταισ εργασιαν ουκ ολιγην
24Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην·
25ουσ συναθροισασ και τουσ περι τα τοιαυτα εργατασ ειπεν ανδρεσ επιστασθε οτι εκ ταυτησ τησ εργασιασ η ευπορια ημων εστιν
25οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι.
26και θεωρειτε και ακουετε οτι ου μονον εφεσου αλλα σχεδον πασησ τησ ασιασ ο παυλοσ ουτοσ πεισασ μετεστησεν ικανον οχλον λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι
26Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
27ου μονον δε τουτο κινδυνευει ημιν το μεροσ εισ απελεγμον ελθειν αλλα και το τησ μεγαλησ θεασ ιερον αρτεμιδοσ εισ ουθεν λογισθηναι μελλειν δε και καθαιρεισθαι την μεγαλειοτητα αυτησ ην ολη η ασια και η οικουμενη σεβεται
27Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐδὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
28ακουσαντεσ δε και γενομενοι πληρεισ θυμου εκραζον λεγοντεσ μεγαλη η αρτεμισ εφεσιων
28Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
29και επλησθη η πολισ ολη τησ συγχυσεωσ ωρμησαν τε ομοθυμαδον εισ το θεατρον συναρπασαντεσ γαιον και αρισταρχον μακεδονασ συνεκδημουσ παυλου
29Καὶ ἐπλήσθη ἡ πόλις ὅλη συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους τοῦ Παύλου.
30του δε παυλου βουλομενου εισελθειν εισ τον δημον ουκ ειων αυτον οι μαθηται
30Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί.
31τινεσ δε και των ασιαρχων οντεσ αυτω φιλοι πεμψαντεσ προσ αυτον παρεκαλουν μη δουναι εαυτον εισ το θεατρον
31Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
32αλλοι μεν ουν αλλο τι εκραζον ην γαρ η εκκλησια συγκεχυμενη και οι πλειουσ ουκ ηδεισαν τινοσ ενεκεν συνεληλυθεισαν
32Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκεν συνεληλύθεισαν.
33εκ δε του οχλου προεβιβασαν αλεξανδρον προβαλοντων αυτον των ιουδαιων ο δε αλεξανδροσ κατασεισασ την χειρα ηθελεν απολογεισθαι τω δημω
33Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλλόντων αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος, κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
34επιγνοντεσ δε οτι ιουδαιοσ εστιν φωνη εγενετο μια εκ παντων ωσ επι ωρασ δυο κραζοντων μεγαλη η αρτεμισ εφεσιων
34Ἐπιγνόντων δὲ ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
35καταστειλασ δε ο γραμματευσ τον οχλον φησιν ανδρεσ εφεσιοι τισ γαρ εστιν ανθρωποσ οσ ου γινωσκει την εφεσιων πολιν νεωκορον ουσαν τησ μεγαλησ θεασ αρτεμιδοσ και του διοπετουσ
35Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς;
36αναντιρρητων ουν οντων τουτων δεον εστιν υμασ κατεσταλμενουσ υπαρχειν και μηδεν προπετεσ πρασσειν
36Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράττειν.
37ηγαγετε γαρ τουσ ανδρασ τουτουσ ουτε ιεροσυλουσ ουτε βλασφημουντασ την θεον υμων
37Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν.
38ει μεν ουν δημητριοσ και οι συν αυτω τεχνιται εχουσιν προσ τινα λογον αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοισ
38Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται πρός τινα λόγον ἔχουσιν, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις.
39ει δε τι περι ετερων επιζητειτε εν τη εννομω εκκλησια επιλυθησεται
39Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
40και γαρ κινδυνευομεν εγκαλεισθαι στασεωσ περι τησ σημερον μηδενοσ αιτιου υπαρχοντοσ περι ου ου δυνησομεθα δουναι λογον τησ συστροφησ ταυτησ
40Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης.
41και ταυτα ειπων απελυσεν την εκκλησιαν
41Καὶ ταῦτα εἰπών, ἀπέλυσε τὴν ἐκκλησίαν.
Tip: use the ← and → keys to turn chapters.