ΠΡΑΞΕΙΣ
Chapter 4
Greek New Testament: Byz…

Read in

Smith–Van Dyck Arabic Bible (فان دايك)Judson Burmese Bible (1840)Chamorro: Gospels, Acts and PsalmsChinese Union Version, punctuated (Simplified)Chinese Union Version, punctuated (Traditional)Coptic New TestamentCoptic New Testament (Bohairic)Kralice Bible (1613)Testamenta Marra (Dieri New Testament)Petrus Canisius Bible, 1939 (De Heilige Schrift)Asang Khongca Bible (Eastern Khumi Chin, 2019)Berean Standard BibleDouay-Rheims Bible, American Edition (1899)King James Version with ApocryphaWorld English BibleLondona Biblio (Esperanto, 1910)Louis Segond 1910Lutherbibel 1912Greek New Testament, word by word (STEPBible TAGNT)Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Greek New Testament: Textus ReceptusSBL Greek New TestamentBaibala Hemolele (Hawaiian Bible, 1868 revision)Modern Hebrew BibleDiodati Bibbia 1885Freedom Bible (フリーダム・バイブル)Korean Bible, 1910 (한국어 성경)Bible Mutal (Kosraean)Clementine Vulgate, 1598Baibal Olcim (Matupi Chin)Old Persian Version (ترجمه قدیم)Kadede Kap (Pohnpeian New Testament and Psalms)Bíblia Portuguesa Mundial (Brazilian Portuguese)Cornilescu Bible (1924), Cyrillic scriptSynodal Translation (Синодальный перевод)Daničić–Karadžić Bible (1868), CyrillicReina-Valera 1909Biblia Takatifu (Swahili): New Testament portionsFreedom Bible (Thai)Tongan Bible, Revised West VersionKulish and Puluj Bible (1905)Vietnamese Bible (1923 translation)
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1λαλουντων δε αυτων προσ τον λαον επεστησαν αυτοισ οι ιερεισ και ο στρατηγοσ του ιερου και οι σαδδουκαιοι
1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
2διαπονουμενοι δια το διδασκειν αυτουσ τον λαον και καταγγελλειν εν τω ιησου την αναστασιν των νεκρων
2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν.
3και επεβαλον αυτοισ τασ χειρασ και εθεντο εισ τηρησιν εισ την αυριον ην γαρ εσπερα ηδη
3Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.
4πολλοι δε των ακουσαντων τον λογον επιστευσαν και εγενηθη ο αριθμοσ των ανδρων ωσει χιλιαδεσ πεντε
4Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε.
5εγενετο δε επι την αυριον συναχθηναι αυτων τουσ αρχοντασ και πρεσβυτερουσ και γραμματεισ εισ ιερουσαλημ
5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς εἰς Ἱερουσαλήμ,
6και ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον και οσοι ησαν εκ γενουσ αρχιερατικου
6καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.
7και στησαντεσ αυτουσ εν μεσω επυνθανοντο εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεισ
7Καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
8τοτε πετροσ πλησθεισ πνευματοσ αγιου ειπεν προσ αυτουσ αρχοντεσ του λαου και πρεσβυτεροι του ισραηλ
8Τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ,
9ει ημεισ σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενουσ εν τινι 5101 I-DSN ουτοσ σεσωσται
9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσῳσται·
10γνωστον εστω πασιν υμιν και παντι τω λαω ισραηλ οτι εν τω ονοματι ιησου χριστου του ναζωραιου ον υμεισ εσταυρωσατε ον ο θεοσ ηγειρεν εκ νεκρων εν τουτω ουτοσ παρεστηκεν ενωπιον υμων υγιησ
10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
11ουτοσ εστιν ο λιθοσ ο εξουθενηθεισ υφ υμων των οικοδομουντων ο γενομενοσ εισ κεφαλην γωνιασ
11Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾿ ὑμῶν τῶν οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
12και ουκ εστιν εν αλλω ουδενι η σωτηρια ουτε γαρ ονομα εστιν ετερον το δεδομενον εν ανθρωποισ εν ω δει σωθηναι ημασ
12Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὔτε γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13θεωρουντεσ δε την του πετρου παρρησιαν και ιωαννου και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται εθαυμαζον επεγινωσκον τε αυτουσ οτι συν τω ιησου ησαν
13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν.
14τον δε ανθρωπον βλεποντεσ συν αυτοισ εστωτα τον τεθεραπευμενον ουδεν ειχον αντειπειν
14Τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
15κελευσαντεσ δε αυτουσ εξω του συνεδριου απελθειν συνεβαλλον προσ αλληλουσ
15Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλον πρὸς ἀλλήλους,
16λεγοντεσ τι ποιησομεν τοισ ανθρωποισ τουτοισ οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων πασιν τοισ κατοικουσιν ιερουσαλημ φανερον και ου δυναμεθα αρνησασθαι
16λέγοντες, Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾿ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι.
17αλλ ινα μη επι πλειον διανεμηθη εισ τον λαον απειλη απειλησομεθα αυτοισ μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων
17Ἀλλ᾿ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
18και καλεσαντεσ αυτουσ παρηγγειλαν αυτοισ το καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι του ιησου
18Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
19ο δε πετροσ και ιωαννησ αποκριθεντεσ προσ αυτουσ ειπον ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου κρινατε
19Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε.
20ου δυναμεθα γαρ ημεισ α ειδομεν και ηκουσαμεν μη λαλειν
20Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν.
21οι δε προσαπειλησαμενοι απελυσαν αυτουσ μηδεν ευρισκοντεσ το πωσ κολασονται αυτουσ δια τον λαον οτι παντεσ εδοξαζον τον θεον επι τω γεγονοτι
21Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι.
22ετων γαρ ην πλειονων τεσσαρακοντα ο ανθρωποσ εφ ον εγεγονει το σημειον τουτο τησ ιασεωσ
22Ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾿ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23απολυθεντεσ δε ηλθον προσ τουσ ιδιουσ και απηγγειλαν οσα προσ αυτουσ οι αρχιερεισ και οι πρεσβυτεροι ειπον
23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.
24οι δε ακουσαντεσ ομοθυμαδον ηραν φωνην προσ τον θεον και ειπον δεσποτα συ ο θεοσ ο ποιησασ τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοισ
24Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶ εἶπον, Δέσποτα, σὺ ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
25ο δια στοματοσ δαυιδ παιδοσ σου ειπων ινα τι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα
25ὁ διὰ στόματος Δαβὶδ τοῦ παιδός σου εἰπών, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
26παρεστησαν οι βασιλεισ τησ γησ και οι αρχοντεσ συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου
26Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·
27συνηχθησαν γαρ επ αληθειασ επι τον αγιον παιδα σου ιησουν ον εχρισασ ηρωδησ τε και ποντιοσ πιλατοσ συν εθνεσιν και λαοισ ισραηλ
27συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ,
28ποιησαι οσα η χειρ σου και η βουλη σου προωρισεν γενεσθαι
28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι.
29και τα νυν κυριε επιδε επι τασ απειλασ αυτων και δοσ τοισ δουλοισ σου μετα παρρησιασ πασησ λαλειν τον λογον σου
29Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
30εν τω την χειρα σου εκτεινειν σε εισ ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματοσ του αγιου παιδοσ σου ιησου
30ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
31και δεηθεντων αυτων εσαλευθη ο τοποσ εν ω ησαν συνηγμενοι και επλησθησαν απαντεσ πνευματοσ αγιου και ελαλουν τον λογον του θεου μετα παρρησιασ
31Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.
32του δε πληθουσ των πιστευσαντων ην η καρδια και η ψυχη μια και ουδε εισ τι των υπαρχοντων αυτων ελεγεν ιδιον ειναι αλλ ην αυτοισ απαντα κοινα
32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδ᾿ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά.
33και μεγαλη δυναμει απεδιδουν το μαρτυριον οι αποστολοι τησ αναστασεωσ του κυριου ιησου χαρισ τε μεγαλη ην επι παντασ αυτουσ
33Καὶ μεγάλῃ δυνάμει ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
34ουδε γαρ ενδεησ τισ υπηρχεν εν αυτοισ οσοι γαρ κτητορεσ χωριων η οικιων υπηρχον πωλουντεσ εφερον τασ τιμασ των πιπρασκομενων
34Οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων,
35και ετιθουν παρα τουσ ποδασ των αποστολων διεδιδοτο δε εκαστω καθοτι αν τισ χρειαν ειχεν
35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
36ιωσησ δε ο επικληθεισ βαρναβασ απο των αποστολων ο εστιν μεθερμηνευομενον υιοσ παρακλησεωσ λευιτησ κυπριοσ τω γενει
36Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων — ὅ ἐστι, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως — Λευΐτης, Κύπριος τῷ γένει,
37υπαρχοντοσ αυτω αγρου πωλησασ ηνεγκεν το χρημα και εθηκεν παρα τουσ ποδασ των αποστολων
37ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

Tip: use the ← and → keys to turn chapters.