ΠΡΑΞΕΙΣ 5
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1ανηρ δε τισ ανανιασ ονοματι συν σαπφειρη τη γυναικι αυτου επωλησεν κτημα
1Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα,
2και ενοσφισατο απο τησ τιμησ συνειδυιασ και τησ γυναικοσ αυτου και ενεγκασ μεροσ τι παρα τουσ ποδασ των αποστολων εθηκεν
2καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
3ειπεν δε πετροσ ανανια δια τι επληρωσεν ο σατανασ την καρδιαν σου ψευσασθαι σε το πνευμα το αγιον και νοσφισασθαι σε απο τησ τιμησ του χωριου
3Εἶπε δὲ Πέτρος, Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
4ουχι μενον σοι εμενεν και πραθεν εν τη ση εξουσια υπηρχεν τι οτι εθου εν τη καρδια σου το πραγμα τουτο ουκ εψευσω ανθρωποισ αλλα τω θεω
4Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.
5ακουων δε ο ανανιασ τουσ λογουσ τουτουσ πεσων εξεψυξεν και εγενετο φοβοσ μεγασ επι παντασ τουσ ακουοντασ ταυτα
5Ἀκούων δὲ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξε· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
6ανασταντεσ δε οι νεωτεροι συνεστειλαν αυτον και εξενεγκαντεσ εθαψαν
6Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτόν, καὶ ἐξενέγκαντες ἔθαψαν.
7εγενετο δε ωσ ωρων τριων διαστημα και η γυνη αυτου μη ειδυια το γεγονοσ εισηλθεν
7Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
8απεκριθη δε αυτη ο πετροσ ειπε μοι ει τοσουτου το χωριον απεδοσθε η δε ειπεν ναι τοσουτου
8Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναί, τοσούτου.
9ο δε πετροσ ειπεν προσ αυτην τι οτι συνεφωνηθη υμιν πειρασαι το πνευμα κυριου ιδου οι ποδεσ των θαψαντων τον ανδρα σου επι τη θυρα και εξοισουσιν σε
9Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε.
10επεσεν δε παραχρημα παρα τουσ ποδασ αυτου και εξεψυξεν εισελθοντεσ δε οι νεανισκοι ευρον αυτην νεκραν και εξενεγκαντεσ εθαψαν προσ τον ανδρα αυτησ
10Ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
11και εγενετο φοβοσ μεγασ εφ ολην την εκκλησιαν και επι παντασ τουσ ακουοντασ ταυτα
11Καὶ ἐγένετο φόβος μέγας ἐφ᾿ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12δια δε των χειρων των αποστολων εγινετο σημεια και τερατα εν τω λαω πολλα και ησαν ομοθυμαδον απαντεσ εν τη στοα σολομωντοσ
12Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος.
13των δε λοιπων ουδεισ ετολμα κολλασθαι αυτοισ αλλ εμεγαλυνεν αυτουσ ο λαοσ
13Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
14μαλλον δε προσετιθεντο πιστευοντεσ τω κυριω πληθη ανδρων τε και γυναικων
14μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν·
15ωστε κατα τασ πλατειασ εκφερειν τουσ ασθενεισ και τιθεναι επι κλινων και κραββατων ινα ερχομενου πετρου καν η σκια επισκιαση τινι αυτων
15ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
16συνηρχετο δε και το πληθοσ των περιξ πολεων εισ ιερουσαλημ φεροντεσ ασθενεισ και οχλουμενουσ υπο πνευματων ακαθαρτων οιτινεσ εθεραπευοντο απαντεσ
16Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17αναστασ δε ο αρχιερευσ και παντεσ οι συν αυτω η ουσα αιρεσισ των σαδδουκαιων επλησθησαν ζηλου
17Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ — ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων — ἐπλήσθησαν ζήλου,
18και επεβαλον τασ χειρασ αυτων επι τουσ αποστολουσ και εθεντο αυτουσ εν τηρησει δημοσια
18καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
19αγγελοσ δε κυριου δια τησ νυκτοσ ηνοιξεν τασ θυρασ τησ φυλακησ εξαγαγων τε αυτουσ ειπεν
19Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε,
20πορευεσθε και σταθεντεσ λαλειτε εν τω ιερω τω λαω παντα τα ρηματα τησ ζωησ ταυτησ
20Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
21ακουσαντεσ δε εισηλθον υπο τον ορθρον εισ το ιερον και εδιδασκον παραγενομενοσ δε ο αρχιερευσ και οι συν αυτω συνεκαλεσαν το συνεδριον και πασαν την γερουσιαν των υιων ισραηλ και απεστειλαν εισ το δεσμωτηριον αχθηναι αυτουσ
21Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς.
22οι δε υπηρεται παραγενομενοι ουχ ευρον αυτουσ εν τη φυλακη αναστρεψαντεσ δε απηγγειλαν
22Οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν,
23λεγοντεσ οτι το μεν δεσμωτηριον ευρομεν κεκλεισμενον εν παση ασφαλεια και τουσ φυλακασ εστωτασ προ των θυρων ανοιξαντεσ δε εσω ουδενα ευρομεν
23λέγοντες ὅτι Τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἔξω ἑστῶτας πρὸ τῶν θυρῶν· ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν.
24ωσ δε ηκουσαν τουσ λογουσ τουτουσ ο τε ιερευσ και ο στρατηγοσ του ιερου και οι αρχιερεισ διηπορουν περι αυτων τι αν γενοιτο τουτο
24Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο.
25παραγενομενοσ δε τισ απηγγειλεν αυτοισ οτι ιδου οι ανδρεσ ουσ εθεσθε εν τη φυλακη εισιν εν τω ιερω εστωτεσ και διδασκοντεσ τον λαον
25Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς λέγων ὅτι Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
26τοτε απελθων ο στρατηγοσ συν τοισ υπηρεταισ ηγαγεν αυτουσ ου μετα βιασ εφοβουντο γαρ τον λαον ινα μη λιθασθωσιν
26Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν.
27αγαγοντεσ δε αυτουσ εστησαν εν τω συνεδριω και επηρωτησεν αυτουσ ο αρχιερευσ
27Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεύς,
28λεγων ου παραγγελια παρηγγειλαμεν υμιν μη διδασκειν επι τω ονοματι τουτω και ιδου πεπληρωκατε την ιερουσαλημ τησ διδαχησ υμων και βουλεσθε επαγαγειν εφ ημασ το αιμα του ανθρωπου τουτου
28λέγων, Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
29αποκριθεισ δε πετροσ και οι αποστολοι ειπον πειθαρχειν δει θεω μαλλον η ανθρωποισ
29Ἀποκριθεὶς δὲ ὁ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.
30ο θεοσ των πατερων ημων ηγειρεν ιησουν ον υμεισ διεχειρισασθε κρεμασαντεσ επι ξυλου
30Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου.
31τουτον ο θεοσ αρχηγον και σωτηρα υψωσεν τη δεξια αυτου δουναι μετανοιαν τω ισραηλ και αφεσιν αμαρτιων
31Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
32και ημεισ εσμεν αυτου μαρτυρεσ των ρηματων τουτων και το πνευμα δε το αγιον ο εδωκεν ο θεοσ τοισ πειθαρχουσιν αυτω
32Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33οι δε ακουοντεσ διεπριοντο και εβουλευοντο ανελειν αυτουσ
33Οἱ δὲ ἀκούσαντες διεπρίοντο, καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
34αναστασ δε τισ εν τω συνεδριω φαρισαιοσ ονοματι γαμαλιηλ νομοδιδασκαλοσ τιμιοσ παντι τω λαω εκελευσεν εξω βραχυ τι τουσ αποστολουσ ποιησαι
34Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τι τοὺς ἀποστόλους ποιῆσαι.
35ειπεν τε προσ αυτουσ ανδρεσ ισραηλιται προσεχετε εαυτοισ επι τοισ ανθρωποισ τουτοισ τι μελλετε πρασσειν
35Εἶπέ τε πρὸς αὐτούς, Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν.
36προ γαρ τουτων των ημερων ανεστη θευδασ λεγων ειναι τινα εαυτον ω προσεκληθη αριθμοσ ανδρων ωσει τετρακοσιων οσ ανηρεθη και παντεσ οσοι επειθοντο αυτω διελυθησαν και εγενοντο εισ ουδεν
36Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκολλήθη ἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
37μετα τουτον ανεστη ιουδασ ο γαλιλαιοσ εν ταισ ημεραισ τησ απογραφησ και απεστησεν λαον ικανον οπισω αυτου κακεινοσ απωλετο και παντεσ οσοι επειθοντο αυτω διεσκορπισθησαν
37Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
38και τα νυν λεγω υμιν αποστητε απο των ανθρωπων τουτων και εασατε αυτουσ οτι εαν η εξ ανθρωπων η βουλη η το εργον τουτο καταλυθησεται
38Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
39ει δε εκ θεου εστιν ου δυνασθε καταλυσαι αυτο μηποτε και θεομαχοι ευρεθητε
39εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτό, μήποτε καὶ θεομάχοι εὑρεθῆτε.
40επεισθησαν δε αυτω και προσκαλεσαμενοι τουσ αποστολουσ δειραντεσ παρηγγειλαν μη λαλειν επι τω ονοματι του ιησου και απελυσαν αυτουσ
40Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς.
41οι μεν ουν επορευοντο χαιροντεσ απο προσωπου του συνεδριου οτι υπερ του ονοματοσ του ιησου κατηξιωθησαν ατιμασθηναι
41Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι.
42πασαν τε ημεραν εν τω ιερω και κατ οικον ουκ επαυοντο διδασκοντεσ και ευαγγελιζομενοι ιησουν τον χριστον
42Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾿ οἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν τὸν Χριστόν.
Tip: use the ← and → keys to turn chapters.