ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 8
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1περι δε των ειδωλοθυτων οιδαμεν οτι παντεσ γνωσιν εχομεν η γνωσισ φυσιοι η δε αγαπη οικοδομει
1Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.
2ει δε τισ δοκει ειδεναι τι ουδεπω ουδεν εγνωκεν καθωσ δει γνωναι
2Εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι·
3ει δε τισ αγαπα τον θεον ουτοσ εγνωσται υπ αυτου
3εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ.
4περι τησ βρωσεωσ ουν των ειδωλοθυτων οιδαμεν οτι ουδεν ειδωλον εν κοσμω και οτι ουδεισ θεοσ ετεροσ ει μη εισ
4Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς.
5και γαρ ειπερ εισιν λεγομενοι θεοι ειτε εν ουρανω ειτε επι γησ ωσπερ εισιν θεοι πολλοι και κυριοι πολλοι
5Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί·
6αλλ ημιν εισ θεοσ ο πατηρ εξ ου τα παντα και ημεισ εισ αυτον και εισ κυριοσ ιησουσ χριστοσ δι ου τα παντα και ημεισ δι αυτου
6ἀλλ᾿ ἡμῖν εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ.
7αλλ ουκ εν πασιν η γνωσισ τινεσ δε τη συνειδησει του ειδωλου εωσ αρτι ωσ ειδωλοθυτον εσθιουσιν και η συνειδησισ αυτων ασθενησ ουσα μολυνεται
7Ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.
8βρωμα δε ημασ ου παριστησιν τω θεω ουτε γαρ εαν φαγωμεν περισσευομεν ουτε εαν μη φαγωμεν υστερουμεθα
8Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.
9βλεπετε δε μηπωσ η εξουσια υμων αυτη προσκομμα γενηται τοισ ασθενουσιν
9Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.
10εαν γαρ τισ ιδη σε τον εχοντα γνωσιν εν ειδωλειω κατακειμενον ουχι η συνειδησισ αυτου ασθενουσ οντοσ οικοδομηθησεται εισ το τα ειδωλοθυτα εσθιειν
10Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
11και απολειται ο ασθενων αδελφοσ επι τη ση γνωσει δι ον χριστοσ απεθανεν
11Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν;
12ουτωσ δε αμαρτανοντεσ εισ τουσ αδελφουσ και τυπτοντεσ αυτων την συνειδησιν ασθενουσαν εισ χριστον αμαρτανετε
12Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.
13διοπερ ει βρωμα σκανδαλιζει τον αδελφον μου ου μη φαγω κρεα εισ τον αιωνα ινα μη τον αδελφον μου σκανδαλισω
13Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
Tip: use the ← and → keys to turn chapters.