ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1διωκετε την αγαπην ζηλουτε δε τα πνευματικα μαλλον δε ινα προφητευητε
1Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
2ο γαρ λαλων γλωσση ουκ ανθρωποισ λαλει αλλα τω θεω ουδεισ γαρ ακουει πνευματι δε λαλει μυστηρια
2Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια.
3ο δε προφητευων ανθρωποισ λαλει οικοδομην και παρακλησιν και παραμυθιαν
3Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
4ο λαλων γλωσση εαυτον οικοδομει ο δε προφητευων εκκλησιαν οικοδομει
4Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.
5θελω δε παντασ υμασ λαλειν γλωσσαισ μαλλον δε ινα προφητευητε μειζων γαρ ο προφητευων η ο λαλων γλωσσαισ εκτοσ ει μη διερμηνευει ινα η εκκλησια οικοδομην λαβη
5Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
6νυνι δε αδελφοι εαν ελθω προσ υμασ γλωσσαισ λαλων τι υμασ ωφελησω εαν μη υμιν λαλησω η εν αποκαλυψει η εν γνωσει η εν προφητεια η εν διδαχη
6Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;
7ομωσ τα αψυχα φωνην διδοντα ειτε αυλοσ ειτε κιθαρα εαν διαστολην τοισ φθογγοισ μη διδω πωσ γνωσθησεται το αυλουμενον η το κιθαριζομενον
7Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
8και γαρ εαν αδηλον φωνην σαλπιγξ δω τισ παρασκευασεται εισ πολεμον
8Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
9ουτωσ και υμεισ δια τησ γλωσσησ εαν μη ευσημον λογον δωτε πωσ γνωσθησεται το λαλουμενον εσεσθε γαρ εισ αερα λαλουντεσ
9Οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
10τοσαυτα ει τυχοι γενη φωνων εστιν εν κοσμω και ουδεν αυτων αφωνον
10Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστὶν ἐν κόσμῳ καὶ οὐδὲν αὐτῶν ἄφωνον.
11εαν ουν μη ειδω την δυναμιν τησ φωνησ εσομαι τω λαλουντι βαρβαροσ και ο λαλων εν εμοι βαρβαροσ
11Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
12ουτωσ και υμεισ επει ζηλωται εστε πνευματων προσ την οικοδομην τησ εκκλησιασ ζητειτε ινα περισσευητε
12Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13διοπερ ο λαλων γλωσση προσευχεσθω ινα διερμηνευη
13Διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
14εαν γαρ προσευχωμαι γλωσση το πνευμα μου προσευχεται ο δε νουσ μου ακαρποσ εστιν
14Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι.
15τι ουν εστιν προσευξομαι τω πνευματι προσευξομαι δε και τω νοι ψαλω τω πνευματι ψαλω δε και τω νοι
15Τί οὖν ἐστί; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.
16επει εαν ευλογησησ τω πνευματι ο αναπληρων τον τοπον του ιδιωτου πωσ ερει το αμην επι τη ση ευχαριστια επειδη τι λεγεισ ουκ οιδεν
16Ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε;
17συ μεν γαρ καλωσ ευχαριστεισ αλλ ο ετεροσ ουκ οικοδομειται
17Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾿ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
18ευχαριστω τω θεω μου παντων υμων μαλλον γλωσσαισ λαλων
18Εὐχαριστῶ τῷ Θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν·
19αλλ εν εκκλησια θελω πεντε λογουσ δια του νοοσ μου λαλησαι ινα και αλλουσ κατηχησω η μυριουσ λογουσ εν γλωσση
19ἀλλ᾿ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20αδελφοι μη παιδια γινεσθε ταισ φρεσιν αλλα τη κακια νηπιαζετε ταισ δε φρεσιν τελειοι γινεσθε
20Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε.
21εν τω νομω γεγραπται οτι εν ετερογλωσσοισ και εν χειλεσιν ετεροισ λαλησω τω λαω τουτω και ουδ ουτωσ εισακουσονται μου λεγει κυριοσ
21Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος.
22ωστε αι γλωσσαι εισ σημειον εισιν ου τοισ πιστευουσιν αλλα τοισ απιστοισ η δε προφητεια ου τοισ απιστοισ αλλα τοισ πιστευουσιν
22Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.
23εαν ουν συνελθη η εκκλησια ολη επι το αυτο και παντεσ γλωσσαισ λαλωσιν εισελθωσιν δε ιδιωται η απιστοι ουκ ερουσιν οτι μαινεσθε
23Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
24εαν δε παντεσ προφητευωσιν εισελθη δε τισ απιστοσ η ιδιωτησ ελεγχεται υπο παντων ανακρινεται υπο παντων
24Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
25και ουτωσ τα κρυπτα τησ καρδιασ αυτου φανερα γινεται και ουτωσ πεσων επι προσωπον προσκυνησει τω θεω απαγγελλων οτι ο θεοσ οντωσ εν υμιν εστιν
25καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων ὅτι Ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.
26τι ουν εστιν αδελφοι οταν συνερχησθε εκαστοσ υμων ψαλμον εχει διδαχην εχει γλωσσαν εχει αποκαλυψιν εχει ερμηνειαν εχει παντα προσ οικοδομην γινεσθω
26Τί οὖν ἐστίν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γενέσθω.
27ειτε γλωσση τισ λαλει κατα δυο η το πλειστον τρεισ και ανα μεροσ και εισ διερμηνευετω
27Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
28εαν δε μη η διερμηνευτησ σιγατω εν εκκλησια εαυτω δε λαλειτω και τω θεω
28ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ.
29προφηται δε δυο η τρεισ λαλειτωσαν και οι αλλοι διακρινετωσαν
29Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.
30εαν δε αλλω αποκαλυφθη καθημενω ο πρωτοσ σιγατω
30Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
31δυνασθε γαρ καθ ενα παντεσ προφητευειν ινα παντεσ μανθανωσιν και παντεσ παρακαλωνται
31Δύνασθε γὰρ καθ᾿ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται·
32και πνευματα προφητων προφηταισ υποτασσεται
32καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται.
33ου γαρ εστιν ακαταστασιασ ο θεοσ αλλα ειρηνησ ωσ εν πασαισ ταισ εκκλησιαισ των αγιων
33Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ἀλλ᾿ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34αι γυναικεσ υμων εν ταισ εκκλησιαισ σιγατωσαν ου γαρ επιτετραπται αυταισ λαλειν αλλ υποτασσεσθαι καθωσ και ο νομοσ λεγει
34Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾿ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει.
35ει δε τι μαθειν θελουσιν εν οικω τουσ ιδιουσ ανδρασ επερωτατωσαν αισχρον γαρ εστιν γυναιξιν εν εκκλησια λαλειν
35Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν.
36η αφ υμων ο λογοσ του θεου εξηλθεν η εισ υμασ μονουσ κατηντησεν
36Ἢ ἀφ᾿ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37ει τισ δοκει προφητησ ειναι η πνευματικοσ επιγινωσκετω α γραφω υμιν οτι κυριου εισιν εντολαι
37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ Κυρίου εἰσὶν ἐντολαί.
38ει δε τισ αγνοει αγνοειτω
38Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.
39ωστε αδελφοι ζηλουτε το προφητευειν και το λαλειν γλωσσαισ μη κωλυετε
39Ὥστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε·
40παντα ευσχημονωσ και κατα ταξιν γινεσθω
40πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
Tip: use the ← and → keys to turn chapters.