ΚΟΡΙΝΘΙΟΥΣ Α΄
Chapter 15

ΚΟΡΙΝΘΙΟΥΣ Α΄

Greek New Testament: Byz…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1γνωριζω δε υμιν αδελφοι το ευαγγελιον ο ευηγγελισαμην υμιν ο και παρελαβετε εν ω και εστηκατε
1Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,
2δι ου και σωζεσθε τινι λογω ευηγγελισαμην υμιν ει κατεχετε εκτοσ ει μη εικη επιστευσατε
2δι᾿ οὗ καὶ σώζεσθε· τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
3παρεδωκα γαρ υμιν εν πρωτοισ ο και παρελαβον οτι χριστοσ απεθανεν υπερ των αμαρτιων ημων κατα τασ γραφασ
3Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς·
4και οτι εταφη και οτι εγηγερται τη τριτη ημερα κατα τασ γραφασ
4καὶ ὅτι ἐτάφη· καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς·
5και οτι ωφθη κηφα ειτα τοισ δωδεκα
5καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα·
6επειτα ωφθη επανω πεντακοσιοισ αδελφοισ εφαπαξ εξ ων οι πλειουσ μενουσιν εωσ αρτι τινεσ δε και εκοιμηθησαν
6ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν·
7επειτα ωφθη ιακωβω ειτα τοισ αποστολοισ πασιν
7ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν·
8εσχατον δε παντων ωσπερει τω εκτρωματι ωφθη καμοι
8ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί.
9εγω γαρ ειμι ο ελαχιστοσ των αποστολων οσ ουκ ειμι ικανοσ καλεισθαι αποστολοσ διοτι εδιωξα την εκκλησιαν του θεου
9Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ.
10χαριτι δε θεου ειμι ο ειμι και η χαρισ αυτου η εισ εμε ου κενη εγενηθη αλλα περισσοτερον αυτων παντων εκοπιασα ουκ εγω δε αλλ η χαρισ του θεου η συν εμοι
10Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾿ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.
11ειτε ουν εγω ειτε εκεινοι ουτωσ κηρυσσομεν και ουτωσ επιστευσατε
11Εἴτε οὖν ἐγώ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
12ει δε χριστοσ κηρυσσεται οτι εκ νεκρων εγηγερται πωσ λεγουσιν τινεσ εν υμιν οτι αναστασισ νεκρων ουκ εστιν
12Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
13ει δε αναστασισ νεκρων ουκ εστιν ουδε χριστοσ εγηγερται
13Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
14ει δε χριστοσ ουκ εγηγερται κενον αρα το κηρυγμα ημων κενη δε και η πιστισ υμων
14εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν.
15ευρισκομεθα δε και ψευδομαρτυρεσ του θεου οτι εμαρτυρησαμεν κατα του θεου οτι ηγειρεν τον χριστον ον ουκ ηγειρεν ειπερ αρα νεκροι ουκ εγειρονται
15Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
16ει γαρ νεκροι ουκ εγειρονται ουδε χριστοσ εγηγερται
16Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
17ει δε χριστοσ ουκ εγηγερται ματαια η πιστισ υμων ετι εστε εν ταισ αμαρτιαισ υμων
17εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
18αρα και οι κοιμηθεντεσ εν χριστω απωλοντο
18Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
19ει εν τη ζωη ταυτη ηλπικοτεσ εσμεν εν χριστω μονον ελεεινοτεροι παντων ανθρωπων εσμεν
19Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
20νυνι δε χριστοσ εγηγερται εκ νεκρων απαρχη των κεκοιμημενων εγενετο
20Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
21επειδη γαρ δι ανθρωπου ο θανατοσ και δι ανθρωπου αναστασισ νεκρων
21Ἐπειδὴ γὰρ δι᾿ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεκρῶν.
22ωσπερ γαρ εν τω αδαμ παντεσ αποθνησκουσιν ουτωσ και εν τω χριστω παντεσ ζωοποιηθησονται
22Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.
23εκαστοσ δε εν τω ιδιω ταγματι απαρχη χριστοσ επειτα οι του χριστου εν τη παρουσια αυτου
23Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
24ειτα το τελοσ οταν παραδω την βασιλειαν τω θεω και πατρι οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν
24Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
25δει γαρ αυτον βασιλευειν αχρι ου αν θη παντασ τουσ εχθρουσ υπο τουσ ποδασ αυτου
25Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
26εσχατοσ εχθροσ καταργειται ο θανατοσ
26Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.
27παντα γαρ υπεταξεν υπο τουσ ποδασ αυτου οταν δε ειπη οτι παντα υποτετακται δηλον οτι εκτοσ του υποταξαντοσ αυτω τα παντα
27Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ ὅτι Πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
28οταν δε υποταγη αυτω τα παντα τοτε και αυτοσ ο υιοσ υποταγησεται τω υποταξαντι αυτω τα παντα ινα η ο θεοσ τα παντα εν πασιν
28Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.
29επει τι ποιησουσιν οι βαπτιζομενοι υπερ των νεκρων ει ολωσ νεκροι ουκ εγειρονται τι και βαπτιζονται υπερ των νεκρων
29Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;
30τι και ημεισ κινδυνευομεν πασαν ωραν
30Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
31καθ ημεραν αποθνησκω νη την υμετεραν καυχησιν ην εχω εν χριστω ιησου τω κυριω ημων
31Καθ᾿ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
32ει κατα ανθρωπον εθηριομαχησα εν εφεσω τι μοι το οφελοσ ει νεκροι ουκ εγειρονται φαγωμεν και πιωμεν αυριον γαρ αποθνησκομεν
32Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.
33μη πλανασθε φθειρουσιν ηθη χρηστα ομιλιαι κακαι
33Μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρησθ᾿ ὁμιλίαι κακαί.
34εκνηψατε δικαιωσ και μη αμαρτανετε αγνωσιαν γαρ θεου τινεσ εχουσιν προσ εντροπην υμιν λεγω
34Ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ Θεοῦ τινὲς ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω.
35αλλ ερει τισ πωσ εγειρονται οι νεκροι ποιω δε σωματι ερχονται
35Ἀλλ᾿ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται;
36αφρον συ ο σπειρεισ ου ζωοποιειται εαν μη αποθανη
36Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·
37και ο σπειρεισ ου το σωμα το γενησομενον σπειρεισ αλλα γυμνον κοκκον ει τυχοι σιτου η τινοσ των λοιπων
37καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν·
38ο δε θεοσ αυτω διδωσιν σωμα καθωσ ηθελησεν και εκαστω των σπερματων το ιδιον σωμα
38ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.
39ου πασα σαρξ η αυτη σαρξ αλλα αλλη μεν ανθρωπων αλλη δε σαρξ κτηνων αλλη δε ιχθυων αλλη δε πτηνων
39Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πτηνῶν.
40και σωματα επουρανια και σωματα επιγεια αλλ ετερα μεν η των επουρανιων δοξα ετερα δε η των επιγειων
40Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ᾿ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
41αλλη δοξα ηλιου και αλλη δοξα σεληνησ και αλλη δοξα αστερων αστηρ γαρ αστεροσ διαφερει εν δοξη
41Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
42ουτωσ και η αναστασισ των νεκρων σπειρεται εν φθορα εγειρεται εν αφθαρσια
42Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
43σπειρεται εν ατιμια εγειρεται εν δοξη σπειρεται εν ασθενεια εγειρεται εν δυναμει
43σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
44σπειρεται σωμα ψυχικον εγειρεται σωμα πνευματικον εστιν σωμα ψυχικον και εστιν σωμα πνευματικον
44σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Ἔστι σῶμα ψυχικόν, καὶ ἔστι σῶμα πνευματικόν.
45ουτωσ και γεγραπται εγενετο ο πρωτοσ ανθρωποσ αδαμ εισ ψυχην ζωσαν ο εσχατοσ αδαμ εισ πνευμα ζωοποιουν
45Οὕτω καὶ γέγραπται, Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν. Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.
46αλλ ου πρωτον το πνευματικον αλλα το ψυχικον επειτα το πνευματικον
46Ἀλλ᾿ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
47ο πρωτοσ ανθρωποσ εκ γησ χοικοσ ο δευτεροσ ανθρωποσ ο κυριοσ εξ ουρανου
47Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.
48οιοσ ο χοικοσ τοιουτοι και οι χοικοι και οιοσ ο επουρανιοσ τοιουτοι και οι επουρανιοι
48Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
49και καθωσ εφορεσαμεν την εικονα του χοικου φορεσωμεν και την εικονα του επουρανιου
49καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
50τουτο δε φημι αδελφοι οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυνανται ουδε η φθορα την αφθαρσιαν κληρονομει
50Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
51ιδου μυστηριον υμιν λεγω παντεσ μεν ου κοιμηθησομεθα παντεσ δε αλλαγησομεθα
51Ἰδού, μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
52εν ατομω εν ριπη οφθαλμου εν τη εσχατη σαλπιγγι σαλπισει γαρ και οι νεκροι εγερθησονται αφθαρτοι και ημεισ αλλαγησομεθα
52ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
53δει γαρ το φθαρτον τουτο ενδυσασθαι αφθαρσιαν και το θνητον τουτο ενδυσασθαι αθανασιαν
53Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
54οταν δε το φθαρτον τουτο ενδυσηται αφθαρσιαν και το θνητον τουτο ενδυσηται αθανασιαν τοτε γενησεται ο λογοσ ο γεγραμμενοσ κατεποθη ο θανατοσ εισ νικοσ
54Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
55που σου θανατε το κεντρον που σου αδη το νικοσ
55Ποῦ σου, Θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾍδη, τὸ νῖκος;
56το δε κεντρον του θανατου η αμαρτια η δε δυναμισ τησ αμαρτιασ ο νομοσ
56Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·
57τω δε θεω χαρισ τω διδοντι ημιν το νικοσ δια του κυριου ημων ιησου χριστου
57τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
58ωστε αδελφοι μου αγαπητοι εδραιοι γινεσθε αμετακινητοι περισσευοντεσ εν τω εργω του κυριου παντοτε ειδοτεσ οτι ο κοποσ υμων ουκ εστιν κενοσ εν κυριω
58Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.

Tip: use the ← and → keys to turn chapters.