ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1περι δε ων εγραψατε μοι καλον ανθρωπω γυναικοσ μη απτεσθαι
1Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.
2δια δε τασ πορνειασ εκαστοσ την εαυτου γυναικα εχετω και εκαστη τον ιδιον ανδρα εχετω
2Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
3τη γυναικι ο ανηρ την οφειλομενην ευνοιαν αποδιδοτω ομοιωσ δε και η γυνη τω ανδρι
3Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
4η γυνη του ιδιου σωματοσ ουκ εξουσιαζει αλλ ο ανηρ ομοιωσ δε και ο ανηρ του ιδιου σωματοσ ουκ εξουσιαζει αλλ η γυνη
4Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ἡ γυνή.
5μη αποστερειτε αλληλουσ ει μητι αν εκ συμφωνου προσ καιρον ινα σχολαζητε τη νηστεια και τη προσευχη και παλιν επι το αυτο συνερχησθε ινα μη πειραζη υμασ ο σατανασ δια την ακρασιαν υμων
5Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
6τουτο δε λεγω κατα συγγνωμην ου κατ επιταγην
6Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν.
7θελω γαρ παντασ ανθρωπουσ ειναι ωσ και εμαυτον αλλ εκαστοσ ιδιον χαρισμα εχει εκ θεου οσ μεν ουτωσ οσ δε ουτωσ
7Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ᾿ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.
8λεγω δε τοισ αγαμοισ και ταισ χηραισ καλον αυτοισ εστιν εαν μεινωσιν ωσ καγω
8Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.
9ει δε ουκ εγκρατευονται γαμησατωσαν κρεισσον γαρ εστιν γαμησαι η πυρουσθαι
9Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι.
10τοισ δε γεγαμηκοσιν παραγγελλω ουκ εγω αλλ ο κυριοσ γυναικα απο ανδροσ μη χωρισθηναι
10Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ᾿ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·
11εαν δε και χωρισθη μενετω αγαμοσ η τω ανδρι καταλλαγητω και ανδρα γυναικα μη αφιεναι
11ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω — καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12τοισ δε λοιποισ εγω λεγω ουχ ο κυριοσ ει τισ αδελφοσ γυναικα εχει απιστον και αυτη συνευδοκει οικειν μετ αυτου μη αφιετω αυτην
12Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.
13και γυνη ητισ εχει ανδρα απιστον και αυτοσ συνευδοκει οικειν μετ αυτησ μη αφιετω αυτον
13Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.
14ηγιασται γαρ ο ανηρ ο απιστοσ εν τη γυναικι και ηγιασται η γυνη η απιστοσ εν τω ανδρι επει αρα τα τεκνα υμων ακαθαρτα εστιν νυν δε αγια εστιν
14Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν.
15ει δε ο απιστοσ χωριζεται χωριζεσθω ου δεδουλωται ο αδελφοσ η η αδελφη εν τοισ τοιουτοισ εν δε ειρηνη κεκληκεν ημασ ο θεοσ
15Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός.
16τι γαρ οιδασ γυναι ει τον ανδρα σωσεισ η τι οιδασ ανερ ει την γυναικα σωσεισ
16Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17ει μη εκαστω ωσ εμερισεν ο θεοσ εκαστον ωσ κεκληκεν ο κυριοσ ουτωσ περιπατειτω και ουτωσ εν ταισ εκκλησιαισ πασαισ διατασσομαι
17Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω. Καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
18περιτετμημενοσ τισ εκληθη μη επισπασθω εν ακροβυστια τισ εκληθη μη περιτεμνεσθω
18Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; Μὴ περιτεμνέσθω.
19η περιτομη ουδεν εστιν και η ακροβυστια ουδεν εστιν αλλα τηρησισ εντολων θεου
19Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ.
20εκαστοσ εν τη κλησει η εκληθη εν ταυτη μενετω
20Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
21δουλοσ εκληθησ μη σοι μελετω αλλ ει και δυνασαι ελευθεροσ γενεσθαι μαλλον χρησαι
21Δοῦλος ἐκλήθης; Μή σοι μελέτω· ἀλλ᾿ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
22ο γαρ εν κυριω κληθεισ δουλοσ απελευθεροσ κυριου εστιν ομοιωσ και ο ελευθεροσ κληθεισ δουλοσ εστιν χριστου
22Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθείς, δοῦλός ἐστι Χριστοῦ.
23τιμησ ηγορασθητε μη γινεσθε δουλοι ανθρωπων
23Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
24εκαστοσ εν ω εκληθη αδελφοι εν τουτω μενετω παρα θεω
24Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ τῷ Θεῷ.
25περι δε των παρθενων επιταγην κυριου ουκ εχω γνωμην δε διδωμι ωσ ηλεημενοσ υπο κυριου πιστοσ ειναι
25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.
26νομιζω ουν τουτο καλον υπαρχειν δια την ενεστωσαν αναγκην οτι καλον ανθρωπω το ουτωσ ειναι
26Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
27δεδεσαι γυναικι μη ζητει λυσιν λελυσαι απο γυναικοσ μη ζητει γυναικα
27Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα.
28εαν δε και γημησ ουχ ημαρτεσ και εαν γημη η παρθενοσ ουχ ημαρτεν θλιψιν δε τη σαρκι εξουσιν οι τοιουτοι εγω δε υμων φειδομαι
28Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.
29τουτο δε φημι αδελφοι ο καιροσ συνεσταλμενοσ το λοιπον εστιν ινα και οι εχοντεσ γυναικασ ωσ μη εχοντεσ ωσιν
29Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι ὁ καιρὸς συνεσταλμένος· τὸ λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι·
30και οι κλαιοντεσ ωσ μη κλαιοντεσ και οι χαιροντεσ ωσ μη χαιροντεσ και οι αγοραζοντεσ ωσ μη κατεχοντεσ
30καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες·
31και οι χρωμενοι τω κοσμω τουτω ωσ μη καταχρωμενοι παραγει γαρ το σχημα του κοσμου τουτου
31καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
32θελω δε υμασ αμεριμνουσ ειναι ο αγαμοσ μεριμνα τα του κυριου πωσ αρεσει τω κυριω
32Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ·
33ο δε γαμησασ μεριμνα τα του κοσμου πωσ αρεσει τη γυναικι
33ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί.
34μεμερισται και η γυνη και η παρθενοσ η αγαμοσ μεριμνα τα του κυριου ινα η αγια και σωματι και πνευματι η δε γαμησασα μεριμνα τα του κοσμου πωσ αρεσει τω ανδρι
34Μεμέρισται ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.
35τουτο δε προσ το υμων αυτων συμφερον λεγω ουχ ινα βροχον υμιν επιβαλω αλλα προσ το ευσχημον και ευπροσεδρον τω κυριω απερισπαστωσ
35Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
36ει δε τισ ασχημονειν επι την παρθενον αυτου νομιζει εαν η υπερακμοσ 5230 A-NSM και ουτωσ οφειλει γινεσθαι ο θελει ποιειτω ουχ αμαρτανει γαμειτωσαν
36Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
37οσ δε εστηκεν εδραιοσ εν τη καρδια μη εχων αναγκην εξουσιαν δε εχει περι του ιδιου θεληματοσ και τουτο κεκρικεν εν τη καρδια αυτου του τηρειν την εαυτου παρθενον καλωσ ποιει
37Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ, τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ.
38ωστε και ο εκγαμιζων καλωσ ποιει ο δε μη εκγαμιζων κρεισσον ποιει
38Ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ· ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ.
39γυνη δεδεται νομω εφ οσον χρονον ζη ο ανηρ αυτησ εαν δε και κοιμηθη ο ανηρ ελευθερα εστιν ω θελει γαμηθηναι μονον εν κυριω
39Γυνὴ δέδεται νόμῳ ἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.
40μακαριωτερα δε εστιν εαν ουτωσ μεινη κατα την εμην γνωμην δοκω δε καγω πνευμα θεου εχειν
40Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.
Tip: use the ← and → keys to turn chapters.