ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 16
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: Textus Receptus
1περι δε τησ λογιασ τησ εισ τουσ αγιουσ ωσπερ διεταξα ταισ εκκλησιαισ τησ γαλατιασ ουτωσ και υμεισ ποιησατε
1Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.
2κατα μιαν σαββατων εκαστοσ υμων παρ εαυτω τιθετω θησαυριζων ο τι αν ευοδωται ινα μη οταν ελθω τοτε λογιαι γινωνται
2Κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾿ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται.
3οταν δε παραγενωμαι ουσ εαν δοκιμασητε δι επιστολων τουτουσ πεμψω απενεγκειν την χαριν υμων εισ ιερουσαλημ
3Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι᾿ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·
4εαν δε η αξιον του καμε πορευεσθαι συν εμοι πορευσονται
4ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
5ελευσομαι δε προσ υμασ οταν μακεδονιαν διελθω μακεδονιαν γαρ διερχομαι
5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι·
6προσ υμασ δε τυχον παραμενω η και παραχειμασω ινα υμεισ με προπεμψητε ου εαν πορευωμαι
6πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
7ου θελω γαρ υμασ αρτι εν παροδω ιδειν ελπιζω δε χρονον τινα επιμειναι προσ υμασ εαν ο κυριοσ επιτρεπη
7Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ.
8επιμενω δε εν εφεσω εωσ τησ πεντηκοστησ
8Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς·
9θυρα γαρ μοι ανεωγεν μεγαλη και ενεργησ και αντικειμενοι πολλοι
9θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10εαν δε ελθη τιμοθεοσ βλεπετε ινα αφοβωσ γενηται προσ υμασ το γαρ εργον κυριου εργαζεται ωσ και εγω
10Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγώ.
11μη τισ ουν αυτον εξουθενηση προπεμψατε δε αυτον εν ειρηνη ινα ελθη προσ με εκδεχομαι γαρ αυτον μετα των αδελφων
11Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12περι δε απολλω του αδελφου πολλα παρεκαλεσα αυτον ινα ελθη προσ υμασ μετα των αδελφων και παντωσ ουκ ην θελημα ινα νυν ελθη ελευσεται δε οταν ευκαιρηση
12Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
13γρηγορειτε στηκετε εν τη πιστει ανδριζεσθε κραταιουσθε
13Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
14παντα υμων εν αγαπη γινεσθω
14Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15παρακαλω δε υμασ αδελφοι οιδατε την οικιαν στεφανα οτι εστιν απαρχη τησ αχαιασ και εισ διακονιαν τοισ αγιοισ εταξαν εαυτουσ
15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί — οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς —
16ινα και υμεισ υποτασσησθε τοισ τοιουτοισ και παντι τω συνεργουντι και κοπιωντι
16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
17χαιρω δε επι τη παρουσια στεφανα και φουρτουνατου και αχαικου οτι το υμων υστερημα ουτοι ανεπληρωσαν
17Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν.
18ανεπαυσαν γαρ το εμον πνευμα και το υμων επιγινωσκετε ουν τουσ τοιουτουσ
18Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19ασπαζονται υμασ αι εκκλησιαι τησ ασιασ ασπαζονται υμασ εν κυριω πολλα ακυλασ και πρισκιλλα συν τη κατ οικον αυτων εκκλησια
19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20ασπαζονται υμασ οι αδελφοι παντεσ ασπασασθε αλληλουσ εν φιληματι αγιω
20Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21ο ασπασμοσ τη εμη χειρι παυλου
21Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
22ει τισ ου φιλει τον κυριον ιησουν χριστον ητω αναθεμα μαραν αθα
22Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθά.
23η χαρισ του κυριου ιησου χριστου μεθ υμων
23Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν.
24η αγαπη μου μετα παντων υμων εν χριστω ιησου αμην
24Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.
Tip: use the ← and → keys to turn chapters.