ΨΑΛΜΟΙ
Chapter 34
Septuagint (Greek Old Te…
vs Modern Hebrew Bible
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 34

Septuagint (Greek Old Testament), second edition
Modern Hebrew Bible
1Τῷ Δαυΐδ. ΔΙΚΑΣΟΝ, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.
1לדוד בשנותו את טעמו לפני אבימלך ויגרשהו וילך אברכה את יהוה בכל עת תמיד תהלתו בפי׃
2ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου,
2ביהוה תתהלל נפשי ישמעו ענוים וישמחו׃
3ἔκχεον ρομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ.
3גדלו ליהוה אתי ונרוממה שמו יחדו׃
4αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.
4דרשתי את יהוה וענני ומכל מגורותי הצילני׃
5γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·
5הביטו אליו ונהרו ופניהם אל יחפרו׃
6γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς·
6זה עני קרא ויהוה שמע ומכל צרותיו הושיעו׃
7ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.
7חנה מלאך יהוה סביב ליראיו ויחלצם׃
8ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε, συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ.
8טעמו וראו כי טוב יהוה אשרי הגבר יחסה בו׃
9ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
9יראו את יהוה קדשיו כי אין מחסור ליראיו׃
10πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; ρυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
10כפירים רשו ורעבו ודרשי יהוה לא יחסרו כל טוב׃
11ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με.
11לכו בנים שמעו לי יראת יהוה אלמדכם׃
12ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
12מי האיש החפץ חיים אהב ימים לראות טוב׃
13ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.
13נצר לשונך מרע ושפתיך מדבר מרמה׃
14ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην.
14סור מרע ועשה טוב בקש שלום ורדפהו׃
15καὶ κατ᾿ ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ᾿ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν.
15עיני יהוה אל צדיקים ואזניו אל שועתם׃
16ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
16פני יהוה בעשי רע להכרית מארץ זכרם׃
17Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου.
17צעקו ויהוה שמע ומכל צרותם הצילם׃
18ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.
18קרוב יהוה לנשברי לב ואת דכאי רוח יושיע׃
19μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντες με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
19רבות רעות צדיק ומכלם יצילנו יהוה׃
20ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ᾿ ὀργὴν δόλους διελογίζοντο.
20שמר כל עצמותיו אחת מהנה לא נשברה׃
21καὶ ἐπλάτυναν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.
21תמותת רשע רעה ושנאי צדיק יאשמו׃
22εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
22פודה יהוה נפש עבדיו ולא יאשמו כל החסים בו׃
23ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου.
no verse 23 in this text
24κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι.
no verse 24 in this text
25μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόν.
no verse 25 in this text
26αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ᾿ ἐμέ.
no verse 26 in this text
27ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
no verse 27 in this text
28καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.
no verse 28 in this text

Tip: use the ← and → keys to turn chapters.