ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Chapter 8

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 8

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
1και οτε ηνοιξεν την σφραγιδα την εβδομην εγενετο σιγη εν τω ουρανω ωσ ημιωριον
2Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
2και ειδον τουσ επτα αγγελουσ οι ενωπιον του θεου εστηκασιν και εδοθησαν αυτοισ επτα σαλπιγγεσ
3Καὶ ἄλλος ἄγγελος ἦλθε, καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον, ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
3και αλλοσ αγγελοσ ηλθεν και εσταθη επι του θυσιαστηριου εχων λιβανωτον χρυσουν και εδοθη αυτω θυμιαματα πολλα ινα δωση ταισ προσευχαισ των αγιων παντων επι το θυσιαστηριον το χρυσουν το ενωπιον του θρονου
4Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.
4και ανεβη ο καπνοσ των θυμιαματων ταισ προσευχαισ των αγιων εκ χειροσ του αγγελου ενωπιον του θεου
5Καὶ εἴληφεν ὁ ἄγγελος τὸ λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
5και ειληφεν ο αγγελοσ τον λιβανωτον και εγεμισεν αυτον εκ του πυροσ του θυσιαστηριου και εβαλεν εισ την γην και εγενοντο βρονται και φωναι και αστραπαι και σεισμοσ
6Καὶ οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι.
6και οι επτα αγγελοι οι εχοντεσ τασ επτα σαλπιγγασ ητοιμασαν εαυτουσ ινα σαλπισωσιν
7Καὶ ὁ πρῶτος ἄγγελος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
7και ο πρωτοσ εσαλπισεν και εγενετο χαλαζα και πυρ μεμιγμενα εν αιματι και εβληθη εισ την γην και το τριτον τησ γησ κατεκαη και το τριτον των δενδρων κατεκαη και πασ χορτοσ χλωροσ κατεκαη
8Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα·
8και ο δευτεροσ αγγελοσ εσαλπισεν και ωσ οροσ μεγα καιομενον εβληθη εισ την θαλασσαν και εγενετο το τριτον τησ θαλασσησ αιμα
9καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
9και απεθανεν το τριτον των κτισματων εν τη θαλασση τα εχοντα ψυχασ και το τριτον των πλοιων διεφθαρη
10Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς ὑδάτων.
10και ο τριτοσ αγγελοσ εσαλπισεν και επεσεν εκ του ουρανου αστηρ μεγασ καιομενοσ ωσ λαμπασ και επεσεν επι το τριτον των ποταμων και επι τασ πηγασ των υδατων
11Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ἄψινθος· καὶ γίνεται τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
11και το ονομα του αστεροσ λεγεται ο αψινθοσ και εγενετο το τριτον των υδατων εισ αψινθον και πολλοι των ανθρωπων απεθανον εκ των υδατων οτι επικρανθησαν
12Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
12και ο τεταρτοσ αγγελοσ εσαλπισεν και επληγη το τριτον του ηλιου και το τριτον τησ σεληνησ και το τριτον των αστερων ινα σκοτισθη το τριτον αυτων και το τριτον αυτησ μη φανη η ημερα και η νυξ ομοιωσ
13Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετωμένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
13και ειδον και ηκουσα ενοσ αετου πετομενου εν μεσουρανηματι λεγοντοσ φωνη μεγαλη ουαι ουαι ουαι τοισ κατοικουσιν επι τησ γησ εκ των λοιπων φωνων τησ σαλπιγγοσ των τριων αγγελων των μελλοντων σαλπιζειν

Tip: use the ← and → keys to turn chapters.