ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Chapter 13

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὄνομα βλασφημίας.
1και εσταθην επι την αμμον τησ θαλασσησ και ειδον εκ τησ θαλασσησ θηριον αναβαινον εχον κερατα δεκα και κεφαλασ επτα και επι των κερατων αυτου δεκα διαδηματα και επι τασ κεφαλασ αυτου ονοματα βλασφημιασ
2Καὶ τὸ θηρίον, ὃ εἶδον, ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην.
2και το θηριον ο ειδον ην ομοιον παρδαλει και οι ποδεσ αυτου ωσ αρκου και το στομα αυτου ωσ στομα λεοντοσ και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην
3Καὶ εἶδον μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον· καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη· καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου·
3και μιαν εκ των κεφαλων αυτου ωσει εσφαγμενην εισ θανατον και η πληγη του θανατου αυτου εθεραπευθη και εθαυμασεν ολη η γη οπισω του θηριου
4καὶ προσεκύνησαν τὸν δράκοντα ὃς ἔδωκεν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τὸ θηρίον, λέγοντες, Τίς ὅμοιος τῷ θηρίῳ; Τίς δύναται πολεμῆσαι μετ᾿ αὐτοῦ;
4και προσεκυνησαν τω δρακοντι τω δεδωκοτι την εξουσιαν τω θηριω και προσεκυνησαν τω θηριω λεγοντεσ τισ ομοιοσ τω θηριω και τισ δυνατοσ πολεμησαι μετ αυτου
5Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας· καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαράκοντα δύο.
5και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιαν και εδοθη αυτω εξουσια πολεμον ποιησαι μηνασ τεσσαρακοντα δυο
6Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
6και ηνοιξεν το στομα αυτου εισ βλασφημιαν προσ τον θεον βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου τουσ εν τω ουρανω σκηνουντασ
7Καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ ἔθνος.
7και εδοθη αυτω ποιησαι πολεμον μετα των αγιων και νικησαι αυτουσ και εδοθη αυτω εξουσια επι πασαν φυλην και λαον και γλωσσαν και εθνοσ
8Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν τῇ βίβλῳ τῆς ζωῆς τοῦ ἀρνίου ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
8και προσκυνησουσιν αυτω παντεσ οι κατοικουντεσ επι τησ γησ ων ου γεγραπται το ονομα εν τω βιβλιω τησ ζωησ του αρνιου του εσφαγμενου απο καταβολησ κοσμου
9Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
9ει τισ εχει ουσ ακουσατω
10Εἴ τις αἰχμαλωσίαν συνάγει, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
10ει τισ εχει αιχμαλωσιαν υπαγει ει τισ εν μαχαιρα αποκτενει δει αυτον εν μαχαιρα αποκτανθηναι ωδε εστιν η υπομονη και η πιστισ των αγιων
11Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
11και ειδον αλλο θηριον αναβαινον εκ τησ γησ και ειχεν κερατα δυο ομοια αρνιω και ελαλει ωσ δρακων
12Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
12και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου και εποιει την γην και τουσ εν αυτη κατοικουντασ ινα προσκυνησωσιν το θηριον το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου
13Καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ ποιῇ καταβαίνειν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
13και ποιει σημεια μεγαλα και πυρ ινα εκ του ουρανου καταβαινη επι την γην ενωπιον των ανθρωπων
14Καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ ἔχει τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε.
14και πλανα τουσ εμουσ τουσ κατοικουντασ επι τησ γησ δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου λεγων τοισ κατοικουσιν επι τησ γησ ποιησαι εικονα τω θηριω ο ειχεν την πληγην και εζησεν απο τησ μαχαιρασ
15Καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ, ὅσοι ἂν μὴ προσκυνήσωσι τὴν εἰκόνα τοῦ θηρίου, ἵνα ἀποκτανθῶσι.
15και εδοθη αυτω πνευμα δουναι τη εικονι του θηριου ινα και λαληση η εικων του θηριου και ποιηση οσοι εαν μη προσκυνησωσιν τη εικονι του θηριου αποκτανθωσιν
16Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσῃ αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ τῶν μετώπων αὐτῶν,
16και ποιει παντασ τουσ μικρουσ και τουσ μεγαλουσ και τουσ πλουσιουσ και τουσ πτωχουσ και τουσ ελευθερουσ και τουσ δουλουσ ινα δωσωσιν αυτοισ χαραγματα επι τησ χειροσ αυτων τησ δεξιασ η επι το μετωπον αυτων
17καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι, εἰ μὴ ὁ ἔχων τὸ χάραγμα ἢ τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
17και ινα μη τισ δυναται αγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα το ονομα του θηριου η τον αριθμον του ονοματοσ αυτου
18Ὧδε ἡ σοφία ἐστίν. Ὁ ἔχων τὸν νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί, καὶ ὁ ἀριθμὸς αὐτοῦ χξϛ΄.
18ωδε η σοφια εστιν ο εχων νουν ψηφισατω τον αριθμον του θηριου αριθμοσ γαρ ανθρωπου εστιν και ο αριθμοσ αυτου εστιν εξακοσια εξηκοντα εξ

Tip: use the ← and → keys to turn chapters.