ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 15
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
1και ειδον αλλο σημειον εν τω ουρανω μεγα και θαυμαστον αγγελουσ επτα εχοντασ πληγασ επτα τασ εσχατασ οτι εν αυταισ ετελεσθη ο θυμοσ του θεου
2Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ χαράγματος αὐτοῦ, ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ.
2και ειδον ωσ θαλασσαν υαλινην μεμιγμενην πυρι και τουσ νικωντασ εκ του θηριου και εκ τησ εικονοσ αυτου και εκ του αριθμου του ονοματοσ αυτου εστωτασ επι την θαλασσαν την υαλινην εχοντασ κιθαρασ του θεου
3Καὶ ᾄδουσι τὴν ᾠδὴν Μωσέως δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἁγίων.
3και αδουσιν την ωδην μωυσεωσ του δουλου του θεου και την ωδην του αρνιου λεγοντεσ μεγαλα και θαυμαστα τα εργα σου κυριε ο θεοσ ο παντοκρατωρ δικαιαι και αληθιναι αι οδοι σου ο βασιλευσ των εθνων
4Τίς οὐ μὴ φοβηθῇ σε, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; Ὅτι μόνος ὅσιος· ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
4τισ ου μη φοβηθη σε κυριε και δοξαση το ονομα σου οτι μονοσ αγιοσ οτι παντα τα εθνη ηξουσιν και προσκυνησουσιν ενωπιον σου οτι τα δικαιωματα σου εφανερωθησαν
5Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ·
5και μετα ταυτα ειδον και ηνοιγη ο ναοσ τησ σκηνησ του μαρτυριου εν τω ουρανω
6καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν καὶ λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς·
6και εξηλθον οι επτα αγγελοι οι εχοντεσ τασ επτα πληγασ εκ του ναου οι ησαν ενδεδυμενοι λινον καθαρον λαμπρον και περιεζωσμενοι περι τα στηθη ζωνασ χρυσασ
7καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
7και εν εκ των τεσσαρων ζωων εδωκεν τοισ επτα αγγελοισ επτα φιαλασ χρυσασ γεμουσασ του θυμου του θεου του ζωντοσ εισ τουσ αιωνασ των αιωνων
8Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
8και εγεμισθη ο ναοσ καπνου εκ τησ δοξησ του θεου και εκ τησ δυναμεωσ αυτου και ουδεισ εδυνατο εισελθειν εισ τον ναον αχρι τελεσθωσιν αι επτα πληγαι των επτα αγγελων
Tip: use the ← and → keys to turn chapters.