ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
1και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και εξωθεν κατεσφραγισμενον σφραγισιν επτα
2Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα φωνῇ μεγάλῃ, Τίς ἐστιν ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
2και ειδον αγγελον ισχυρον κηρυσσοντα εν φωνη μεγαλη τισ αξιοσ εστιν ανοιξαι το βιβλιον και λυσαι τασ σφραγιδασ αυτου
3Καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον, οὐδὲ βλέπειν αὐτό.
3και ουδεισ εδυνατο εν τω ουρανω ανω ουτε επι τησ γησ ουτε υποκατω τησ γησ ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο
4Καὶ ἐγὼ ἔκλαιον πολλά, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι καὶ ἀναγνῶναι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό.
4και εγω εκλαιον πολυ οτι ουδεισ αξιοσ ευρεθη ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο
5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ ὢν ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαβίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
5και εισ εκ των πρεσβυτερων λεγει μοι μη κλαιε ιδου ενικησεν ο λεων ο εκ τησ φυλησ ιουδα η ριζα δαυιδ ο ανοιγων το βιβλιον και τασ επτα σφραγιδασ αυτου
6Καὶ εἶδον, καὶ ἰδού, ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσι τὰ ἑπτὰ τοῦ Θεοῦ πνεύματα τὰ ἀπεσταλμένα εἰς πᾶσαν τὴν γῆν.
6και ειδον εν μεσω του θρονου και των τεσσαρων ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκοσ ωσ εσφαγμενον εχον κερατα επτα και οφθαλμουσ επτα α εισιν τα επτα πνευματα του θεου αποστελλομενα εισ πασαν την γην
7Καὶ ἦλθε, καὶ εἴληφε τὸ βιβλίον ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
7και ηλθεν και ειληφεν εκ τησ δεξιασ του καθημενου επι του θρονου
8Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάρας, καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσι αἱ προσευχαὶ τῶν ἁγίων.
8και οτε ελαβεν το βιβλιον τα τεσσαρα ζωα και οι εικοσι τεσσαρεσ πρεσβυτεροι επεσον ενωπιον του αρνιου εχοντεσ εκαστοσ κιθαραν και φιαλασ χρυσασ γεμουσασ θυμιαματων αι εισιν προσευχαι των αγιων
9Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
9και αδουσιν ωδην καινην λεγοντεσ αξιοσ ει λαβειν το βιβλιον και ανοιξαι τασ σφραγιδασ αυτου οτι εσφαγησ και ηγορασασ τω θεω ημασ εν τω αιματι σου εκ πασησ φυλησ και γλωσσησ και λαου και εθνουσ
10καὶ ἐποίησας ἡμᾶς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσομεν ἐπὶ τῆς γῆς.
10και εποιησασ αυτουσ τω θεω ημων βασιλεισ και ιερεισ και βασιλευσουσιν επι τησ γησ
11Καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κυκλόθεν τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων,
11και ειδον και ηκουσα ωσ φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεσβυτερων και ην ο αριθμοσ αυτων μυριαδεσ μυριαδων και χιλιαδεσ χιλιαδων
12λέγοντες φωνῇ μεγάλῃ, Ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
12λεγοντεσ φωνη μεγαλη αξιον εστιν το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και τον πλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν
13Καὶ πᾶν κτίσμα ὅ ἐστιν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ἅ ἐστι, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
13και παν κτισμα ο εν τω ουρανω και επι τησ γησ και υποκατω τησ γησ και επι τησ θαλασσησ εστιν και τα εν αυτοισ παντασ ηκουσα λεγοντασ τω καθημενω επι του θρονου και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατοσ εισ τουσ αιωνασ των αιωνων αμην
14Καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, Ἀμήν. Καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
14και τα τεσσαρα ζωα λεγοντα το αμην και οι πρεσβυτεροι επεσον και προσεκυνησαν
Tip: use the ← and → keys to turn chapters.