ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἔδειξέ μοι καθαρὸν ποταμὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου.
1και εδειξεν μοι ποταμον καθαρον υδατοσ ζωησ λαμπρον ωσ κρυσταλλον εκπορευομενον εκ του θρονου του θεου και του αρνιου
2Ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν, ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ· καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
2εν μεσω τησ πλατειασ αυτησ και του ποταμου εντευθεν και εκειθεν ξυλον ζωησ ποιουν καρπουσ δωδεκα κατα μηνα εκαστον αποδιδουσ τον καρπον αυτου και τα φυλλα του ξυλου εισ θεραπειαν των εθνων
3Καὶ πᾶν κατανάθεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται· καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
3και παν καταθεμα ουκ εσται ετι και ο θρονοσ του θεου και του αρνιου εν αυτη εσται και οι δουλοι αυτου λατρευσουσιν αυτω
4καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ· καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
4και οψονται το προσωπον αυτου και το ονομα αυτου επι των μετωπων αυτων
5Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ, καὶ χρείαν οὐκ ἔχουσι λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτίζει αὐτούς· καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
5και νυξ ουκ εσται εκει και χρειαν ουκ εχουσιν λυχνου και φωτοσ ηλιου οτι κυριοσ ο θεοσ φωτιει αυτουσ και βασιλευσουσιν εισ τουσ αιωνασ των αιωνων
6Καὶ εἶπέ μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί· καὶ Κύριος ὁ Θεὸς τῶν ἁγίων προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
6και λεγει μοι ουτοι οι λογοι πιστοι και αληθινοι και κυριοσ ο θεοσ των πνευματων των προφητων απεστειλεν τον αγγελον αυτου δειξαι τοισ δουλοισ αυτου α δει γενεσθαι εν ταχει
7Ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
7και ιδου ερχομαι ταχυ μακαριοσ ο τηρων τουσ λογουσ τησ προφητειασ του βιβλιου τουτου
8Καὶ ἐγὼ Ἰωάννης ὁ βλέπων ταῦτα καὶ ἀκούων. Καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
8καγω ιωαννησ ο ακουων και βλεπων ταυτα και οτε ηκουσα και εβλεψα επεσον προσκυνησαι εμπροσθεν των ποδων του αγγελου του δεικνυοντοσ μοι ταυτα
9Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σου γάρ εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
9και λεγει μοι ορα μη συνδουλοσ σου ειμι και των αδελφων σου των προφητων και των τηρουντων τουσ λογουσ του βιβλιου τουτου τω θεω προσκυνησον
10Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὅτι ὁ καιρὸς ἐγγύς ἐστιν.
10και λεγει μοι μη σφραγισησ τουσ λογουσ τησ προφητειασ του βιβλιου τουτου ο καιροσ γαρ εγγυσ εστιν
11Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπῶν ῥυπωσάτω ἔτι· καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι· καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
11ο αδικων αδικησατω ετι και ο ρυπαροσ ρυπαρευθητω ετι και ο δικαιοσ δικαιοσυνην ποιησατω ετι και ο αγιοσ αγιασθητω ετι
12Καὶ ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ ἔσται.
12ιδου ερχομαι ταχυ και ο μισθοσ μου μετ εμου αποδουναι εκαστω ωσ το εργον εσται αυτου
13Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἀρχὴ καὶ τὸ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος.
13εγω το αλφα και το ω ο πρωτοσ και ο εσχατοσ η αρχη και το τελοσ
14Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
14μακαριοι οι ποιουντεσ τασ εντολασ αυτου ινα εσται η εξουσια αυτων επι το ξυλον τησ ζωησ και τοισ πυλωσιν εισελθωσιν εισ την πολιν
15Ἔξω δὲ οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος.
15εξω οι κυνεσ και οι φαρμακοι και οι πορνοι και οι φονεισ και οι ειδωλολατραι και πασ φιλων και ποιων ψευδοσ
16Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος τοῦ Δαβίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς καὶ ὀρθρινός.
16εγω ιησουσ επεμψα τον αγγελον μου μαρτυρησαι υμιν ταυτα επι ταισ εκκλησιαισ εγω ειμι η ριζα και το γενοσ δαυιδ ο αστηρ ο λαμπροσ ο πρωινοσ
17Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, Ἐλθέ. Καὶ ὁ ἀκούων εἰπάτω, Ἐλθέ. Καὶ ὁ διψῶν ἐλθέτω· καὶ ὁ θέλων λαμβανέτω τὸ ὕδωρ ζωῆς δωρεάν.
17και το πνευμα και η νυμφη λεγουσιν ερχου και ο ακουων ειπατω ερχου και ο διψων ερχεσθω ο θελων λαβετω υδωρ ζωησ δωρεαν
18Συμμαρτυροῦμαι γὰρ παντὶ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις ἐπιτιθῇ πρὸς ταῦτα, ἐπιθήσει ὁ Θεὸς ἐπ᾿ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν βιβλίῳ τούτῳ·
18μαρτυρω εγω παντι τω ακουοντι τουσ λογουσ τησ προφητειασ του βιβλιου τουτου εαν τισ επιθη επ αυτα επιθησαι ο θεοσ επ αυτον τασ πληγασ τασ γεγραμμενασ εν τω βιβλιω τουτω
19καὶ ἐάν τις ἀφαιρῇ ἀπὸ τῶν λόγων βίβλου τῆς προφητείας ταύτης, ἀφαιρήσει ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ Βίβλου τῆς ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, καὶ τῶν γεγραμμένων ἐν βιβλίῳ τούτῳ.
19και εαν τισ αφελη απο των λογων του βιβλιου τησ προφητειασ ταυτησ αφελοι ο θεοσ το μεροσ αυτου απο του ξυλου τησ ζωησ και εκ τησ πολεωσ τησ αγιασ των γεγραμμενων εν τω βιβλιω τουτω
20Λέγει ὁ μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. Ἀμήν. Ναί, ἔρχου, Κύριε Ἰησοῦ.
20λεγει ο μαρτυρων ταυτα ναι ερχομαι ταχυ αμην ναι ερχου κυριε ιησου
21Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.
21η χαρισ του κυριου ιησου χριστου μετα παντων των αγιων αμην
Tip: use the ← and → keys to turn chapters.