ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, καὶ ὁ ἄγγελος εἱστήκει, λέγων, Ἔγειραι, καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.
1και εδοθη μοι καλαμοσ ομοιοσ ραβδω λεγων εγειραι και μετρησον τον ναον του θεου και το θυσιαστηριον και τουσ προσκυνουντασ εν αυτω
2Καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι· καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαράκοντα δύο.
2και την αυλην την εξωθεν του ναου εκβαλε εξω και μη αυτην μετρησησ οτι εδοθη τοισ εθνεσιν και την πολιν την αγιαν πατησουσιν μηνασ τεσσαρακοντα και δυο
3Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους.
3και δωσω τοισ δυσιν μαρτυσιν μου και προφητευσουσιν ημερασ χιλιασ διακοσιασ εξηκοντα περιβεβλημενοι σακκουσ
4Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι, καὶ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Θεοῦ τῆς γῆς ἑστῶσαι.
4ουτοι εισιν αι δυο ελαιαι και αι δυο λυχνιαι αι ενωπιον του κυριου τησ γησ εστωσαι
5Καὶ εἴ τις αὐτοὺς θέλῃ ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν, καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις αὐτοὺς θέλῃ ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι.
5και ει τισ αυτουσ θελει αδικησαι πυρ εκπορευεται εκ του στοματοσ αυτων και κατεσθιει τουσ εχθρουσ αυτων και ει τισ θελει αυτουσ αδικησαι ουτωσ δει αυτον αποκτανθηναι
6Οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ βρέχῃ ὑετὸς ἐν ἡμέραις αὐτῶν τῆς προφητείας· καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων, στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσι.
6ουτοι εχουσιν τον ουρανον εξουσιαν κλεισαι ινα μη υετοσ βρεχη τασ ημερασ τησ προφητειασ αυτων και εξουσιαν εχουσιν επι των υδατων στρεφειν αυτα εισ αιμα και παταξαι την γην οσακισ εαν θελησωσιν εν παση πληγη
7Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει πόλεμον μετ᾿ αὐτῶν, καὶ νικήσει αὐτούς, καὶ ἀποκτενεῖ αὐτούς.
7και οταν τελεσωσιν την μαρτυριαν αυτων το θηριον το αναβαινον εκ τησ αβυσσου ποιησει μετ αυτων πολεμον και νικησει αυτουσ και αποκτενει αυτουσ
8Καὶ τὰ πτώματα αὐτῶν ἐπὶ τῆς πλατείας πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος ἡμῶν ἐσταυρώθη.
8και το πτωμα αυτων επι τησ πλατειασ τησ πολεωσ τησ μεγαλησ ητισ καλειται πνευματικωσ σοδομα και αιγυπτοσ οπου και ο κυριοσ αυτων εσταυρωθη
9Καὶ βλέψουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὰ πτώματα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνήματα.
9και βλεπουσιν εκ των λαων και φυλων και γλωσσων και εθνων το πτωμα αυτων ημερασ τρεισ ημισυ και τα πτωματα αυτων ουκ αφησουσιν τεθηναι εισ μνημα
10Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαροῦσιν ἐπ᾿ αὐτοῖς καὶ εὐφρανθήσονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
10και οι κατοικουντεσ επι τησ γησ χαιρουσιν επ αυτοισ και ευφρανθησονται και δωρα δωσουσιν αλληλοισ οτι ουτοι οι δυο προφηται εβασανισαν τουσ κατοικουντασ επι τησ γησ
11Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν ἐπ᾿ αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.
11και μετα τασ τρεισ ημερασ και ημισυ πνευμα ζωησ εκ του θεου εισηλθεν εισ αυτουσ και εστησαν επι τουσ ποδασ αυτων και φοβοσ μεγασ επεσεν επι τουσ θεωρουντασ αυτουσ
12Καὶ ἤκουσαν φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ, λέγουσαν αὐτοῖς, Ἀνάβητε ὧδε. Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
12και ηκουσα φωνην μεγαλην εκ του ουρανου λεγουσαν αυτοισ αναβητε ωδε και ανεβησαν εισ τον ουρανον εν τη νεφελη και εθεωρησαν αυτουσ οι εχθροι αυτων
13Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων, χιλιάδες ἑπτά· καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο, καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
13και εν εκεινη τη ημερα εγενετο σεισμοσ μεγασ και το δεκατον τησ πολεωσ επεσεν και απεκτανθησαν εν τω σεισμω ονοματα ανθρωπων χιλιαδεσ επτα και οι λοιποι εμφοβοι εγενοντο και εδωκαν δοξαν τω θεω του ουρανου
14Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδού, ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.
14η ουαι η δευτερα απηλθεν η ουαι η τριτη ιδου ερχεται ταχυ
15Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγουσαι, Ἐγένοντο αἱ βασιλεῖαι τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
15και ο εβδομοσ αγγελοσ εσαλπισεν και εγενοντο φωναι μεγαλαι εν τω ουρανω λεγουσαι εγενετο η βασιλεια του κοσμου του κυριου ημων και του χριστου αυτου και βασιλευσει εισ τουσ αιωνασ των αιωνων
16Καὶ οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ Θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,
16και οι εικοσι τεσσαρεσ πρεσβυτεροι οι ενωπιον του θρονου του θεου καθημενοι επι τουσ θρονουσ αυτων επεσον επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω
17λέγοντες, Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην, καὶ ἐβασίλευσας.
17λεγοντεσ ευχαριστουμεν σοι κυριε ο θεοσ ο παντοκρατωρ ο ων και ο ην οτι ειληφασ την δυναμιν σου την μεγαλην και εβασιλευσασ
18Καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου, καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι, καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
18και τα εθνη ωργισθησαν και ηλθεν η οργη σου και ο καιροσ των νεκρων κριθηναι και δουναι τον μισθον τοισ δουλοισ σου τοισ προφηταισ και τοισ αγιοισ και τοισ φοβουμενοισ το ονομα σου τοισ μικροισ και τοισ μεγαλοισ και διαφθειραι τουσ διαφθειροντασ την γην
19Καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.
19και ηνοιγη ο ναοσ του θεου εν τω ουρανω και ωφθη η κιβωτοσ τησ διαθηκησ του κυριου εν τω ναω αυτου και εγενοντο αστραπαι και φωναι και βρονται και χαλαζα μεγαλη
Tip: use the ← and → keys to turn chapters.