ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Chapter 6

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 6

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ εἶδον ὅτε ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνῆς βροντῆς, Ἔρχου καὶ βλέπε.
1και ειδον οτι ηνοιξεν το αρνιον μιαν εκ των επτα σφραγιδων και ηκουσα ενοσ εκ των τεσσαρων ζωων λεγοντοσ ωσ φωνη βροντησ ερχου και ιδε
2Καὶ εἶδον, καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτῷ ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ.
2και ιδου ιπποσ λευκοσ και ο καθημενοσ επ αυτον εχων τοξον και εδοθη αυτω στεφανοσ και εξηλθεν νικων και ινα νικηση
3Καὶ ὅτε ἤνοιξε τὴν δευτέραν σφραγῖδα, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, Ἔρχου καὶ βλέπε.
3και οτε ηνοιξεν την δευτεραν σφραγιδα ηκουσα του δευτερου ζωου λεγοντοσ ερχου
4Καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός· καὶ τῷ καθημένῳ ἐπ᾿ αὐτῷ ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἀπὸ τῆς γῆς, καὶ ἵνα ἀλλήλους σφάξωσι· καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
4και εξηλθεν αλλοσ ιπποσ πυροσ και τω καθημενω επ αυτον εδοθη αυτω λαβειν την ειρηνην εκ τησ γησ ινα αλληλουσ σφαξωσιν και εδοθη αυτω μαχαιρα μεγαλη
5Καὶ ὅτε ἤνοιξε τὴν τρίτην σφραγῖδα, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχου καὶ βλέπε. Καὶ εἶδον, καὶ ἰδού, ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτῷ ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
5και οτε ηνοιξεν την σφραγιδα την τριτην ηκουσα του τριτου ζωου λεγοντοσ ερχου και ιδε και ιδου ιπποσ μελασ και ο καθημενοσ επ αυτον εχων ζυγον εν τη χειρι αυτου
6Καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
6και ηκουσα φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν χοινιξ σιτου δηναριου και τρεισ χοινικεσ κριθησ δηναριου και το ελαιον και τον οινον μη αδικησησ
7Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγουσαν, Ἔρχου καὶ βλέπε.
7και οτε ηνοιξεν την σφραγιδα την τεταρτην ηκουσα του τεταρτου ζωου λεγοντοσ ερχου και ιδε
8Καὶ εἶδον, καὶ ἰδού, ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾍδης ἀκολουθεῖ μετ᾿ αὐτοῦ. Καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἀποκτεῖναι ἐπὶ τὸ τέταρτον τῆς γῆς ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
8και ιδου ιπποσ χλωροσ και ο καθημενοσ επανω αυτου ονομα αυτω ο θανατοσ και ο αδησ ηκολουθει αυτω και εδοθη αυτω εξουσια επι το τεταρτον τησ γησ αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων τησ γησ
9Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον,
9και οτε ηνοιξεν την πεμπτην σφραγιδα ειδον υποκατω του θυσιαστηριου τασ ψυχασ των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν του αρνιου ην ειχον
10καὶ ἔκραζον φωνῇ μεγάλῃ, λέγοντες, Ἕως πότε, ὁ δεσπότης, ὁ ἅγιος καὶ ὁ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἀπὸ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
10και εκραξαν φωνη μεγαλη λεγοντεσ εωσ ποτε ο δεσποτησ ο αγιοσ και αληθινοσ ου κρινεισ και εκδικεισ το αιμα ημων εκ των κατοικουντων επι τησ γησ
11Καὶ ἐδόθησαν ἑκάστοις στολαὶ λευκαί, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον μικρόν, ἕως οὗ πληρώσονται καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν, οἱ μέλλοντες ἀποκτείνεσθαι ὡς καὶ αὐτοί.
11και εδοθη αυτοισ εκαστω στολη λευκη και ερρεθη αυτοισ ινα αναπαυσωνται ετι χρονον εωσ πληρωσωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων και οι μελλοντεσ αποκτενεσθαι ωσ και αυτοι
12Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ἐγένετο ὡς αἷμα,
12και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην και σεισμοσ μεγασ εγενετο και ο ηλιοσ μελασ εγενετο ωσ σακκοσ τριχινοσ και η σεληνη ολη εγενετο ωσ αιμα
13καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ μεγάλου ἀνέμου σειομένη.
13και οι αστερεσ του ουρανου επεσον εισ την γην ωσ συκη βαλουσα τουσ ολυνθουσ αυτησ υπο ανεμου μεγαλου σειομενη
14Καὶ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον εἱλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
14και ο ουρανοσ απεχωρισθη ωσ βιβλιον ελισσομενον και παν οροσ και νησοσ εκ των τοπων αυτων εκινηθησαν
15Καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, καὶ οἱ πλούσιοι, καὶ οἱ χιλίαρχοι, καὶ οἱ δυνατοί, καὶ πᾶς δοῦλος καὶ πᾶς ἐλεύθερος, ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων,
15και οι βασιλεισ τησ γησ και οι μεγιστανεσ και οι χιλιαρχοι και οι πλουσιοι και οι ισχυροι και πασ δουλοσ και ελευθεροσ εκρυψαν εαυτουσ εισ τα σπηλαια και εισ τασ πετρασ των ορεων
16καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις, Πέσετε ἐφ᾿ ἡμᾶς, καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου·
16και λεγουσιν τοισ ορεσιν και ταισ πετραισ πεσετε εφ ημασ και κρυψατε ημασ απο προσωπου του καθημενου επι του θρονου και απο τησ οργησ του αρνιου
17ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;
17οτι ηλθεν η ημερα η μεγαλη τησ οργησ αυτου και τισ δυναται σταθηναι

Tip: use the ← and → keys to turn chapters.