ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Chapter 3

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

Greek New Testament: Tex…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 3

Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι τὸ ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
1και τω αγγελω τησ εν σαρδεσιν εκκλησιασ γραψον ταδε λεγει ο εχων τα επτα πνευματα του θεου και τουσ επτα αστερασ οιδα σου τα εργα οτι ονομα εχεισ οτι ζησ και νεκροσ ει
2Γίνου γρηγορῶν, καὶ στήριξον τὰ λοιπὰ ἃ μέλλει ἀποθανεῖν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ.
2γινου γρηγορων και στηρισον τα λοιπα α εμελλεσ αποβαλλειν ου γαρ ευρηκα σου τα εργα πεπληρωμενα ενωπιον του θεου μου
3Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπί σε ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπί σε.
3μνημονευε ουν πωσ ειληφασ και ηκουσασ και τηρει και μετανοησον εαν ουν μη γρηγορησησ ηξω επι σε ωσ κλεπτησ και ου μη γνωσ ποιαν ωραν ηξω επι σε
4Ἔχεις ὀλίγα ὀνόματα καὶ ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσι μετ᾿ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
4αλλ ολιγα εχεισ ονοματα εν σαρδεσιν α ουκ εμολυναν τα ιματια αυτων και περιπατησουσιν μετ εμου εν λευκοισ οτι αξιοι εισιν
5Ὁ νικῶν, οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ἐξομολογήσομαι τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
5ο νικων ουτοσ περιβαλειται εν ιματιοισ λευκοισ και ου μη εξαλειψω το ονομα αυτου εκ τησ βιβλου τησ ζωησ και ομολογησω το ονομα αυτου ενωπιον του πατροσ μου και ενωπιον των αγγελων αυτου
6Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
6ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ
7Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαβίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει, καὶ κλείει καὶ οὐδεὶς ἀνοίγει.
7και τω αγγελω τησ εν φιλαδελφεια εκκλησιασ γραψον ταδε λεγει ο αγιοσ ο αληθινοσ ο εχων την κλειν του δαυιδ ο ανοιγων και ουδεισ κλεισει αυτην ει μη ο ανοιγων και ουδεισ ανοιξει
8Οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, καὶ οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
8οιδα σου τα εργα ιδου δεδωκα ενωπιον σου θυραν ανεωγμενην ην ουδεισ δυναται κλεισαι αυτην οτι μικραν εχεισ δυναμιν και ετηρησασ μου τον λογον και ουκ ηρνησω το ονομα μου
9Ἰδού, δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα ἥξωσι καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
9ιδου διδωμι εκ τησ συναγωγησ του σατανα των λεγοντων εαυτουσ ιουδαιουσ ειναι και ουκ εισιν αλλα ψευδονται ιδου ποιησω αυτουσ ινα ηξωσιν και προσκυνησωσιν ενωπιον των ποδων σου και γνωσιν οτι ηγαπησα σε
10Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ, τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
10οτι ετηρησασ τον λογον τησ υπομονησ μου καγω σε τηρησω εκ τησ ωρασ του πειρασμου τησ μελλουσησ ερχεσθαι επι τησ οικουμενησ ολησ πειρασαι τουσ κατοικουντασ επι τησ γησ
11Ἰδού, ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
11ερχομαι ταχυ κρατει ο εχεισ ινα μηδεισ λαβη τον στεφανον σου
12Ὁ νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾿ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
12ο νικων ποιησω αυτον στυλον εν τω ναω του θεου μου και εξω ου μη εξελθη ετι και γραψω επ αυτον το ονομα του θεου μου και το ονομα τησ πολεωσ του θεου μου τησ καινησ ιερουσαλημ η καταβαινει εκ του ουρανου απο του θεου μου και το ονομα μου το καινον
13Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
13ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ
14Καὶ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Λαοδικέων γράψον, Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ·
14και τω αγγελω τησ εν λαοδικεια εκκλησιασ γραψον ταδε λεγει ο αμην ο μαρτυσ ο πιστοσ και αληθινοσ η αρχη τησ κτισεωσ του θεου
15Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς εἴης ἢ ζεστός.
15οιδα σου τα εργα οτι ουτε ψυχροσ ει ουτε ζεστοσ οφελον ψυχροσ ησ η ζεστοσ
16Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ψυχρὸς οὔτε ζεστός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
16ουτωσ οτι χλιαροσ ει και ου ζεστοσ ουτε ψυχροσ μελλω σε εμεσαι εκ του στοματοσ μου
17Ὅτι λέγεις ὅτι Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ οὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός·
17οτι λεγεισ πλουσιοσ ειμι και πεπλουτηκα και ουδενοσ 3762 A-GSN-N χρειαν εχω και ουκ οιδασ οτι συ ει ο ταλαιπωροσ και ο ελεεινοσ και πτωχοσ και τυφλοσ και γυμνοσ
18συμβουλεύω σοι ἀγοράσαι παρ᾿ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλούριον ἔγχρισον τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς.
18συμβουλευω σοι αγορασαι χρυσιον παρ εμου πεπυρωμενον εκ πυροσ ινα πλουτησησ και ιματια λευκα ινα περιβαλη και μη φανερωθη η αισχυνη τησ γυμνοτητοσ σου και κολλυριον ινα εγχριση τουσ οφθαλμουσ σου ινα βλεπησ
19Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλωσον οὖν καὶ μετανόησον.
19εγω οσουσ εαν φιλω ελεγχω και παιδευω ζηλωσον ουν και μετανοησον
20Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ᾿ αὐτοῦ, καὶ αὐτὸς μετ᾿ ἐμοῦ.
20ιδου εστηκα επι την θυραν και κρουω εαν τισ ακουση τησ φωνησ μου και ανοιξη την θυραν και εισελευσομαι προσ αυτον και δειπνησω μετ αυτου και αυτοσ μετ εμου
21Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾿ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
21ο νικων δωσω αυτω καθισαι μετ εμου εν τω θρονω μου ωσ καγω ενικησα και εκαθισα μετα του πατροσ μου εν τω θρονω αυτου
22Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
22ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ

Tip: use the ← and → keys to turn chapters.