ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον.
1και μετα τουτο ειδον τεσσαρασ αγγελουσ εστωτασ επι τασ τεσσαρασ γωνιασ τησ γησ κρατουντασ τουσ τεσσαρασ ανεμουσ τησ γησ ινα μη πνεη ανεμοσ επι τησ γησ μητε επι τησ θαλασσησ μητε επι τι δενδρον
2Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβάντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
2και ειδον αλλον αγγελον αναβαινοντα απο ανατολησ ηλιου εχοντα σφραγιδα θεου ζωντοσ και εκραξεν φωνη μεγαλη τοισ τεσσαρσιν αγγελοισ οισ εδοθη αυτοισ αδικησαι την γην και την θαλασσαν
3λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
3λεγων μη αδικησητε την γην μητε την θαλασσαν μητε τα δενδρα αχρι ου σφραγισωμεν τουσ δουλουσ του θεου ημων επι των μετωπων αυτων
4Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδ΄ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.
4και ηκουσα τον αριθμον των εσφραγισμενων εκατον και τεσσαρακοντα τεσσαρεσ χιλιαδεσ εσφραγισμενων εκ πασησ φυλησ υιων ισραηλ
5Ἐκ φυλῆς Ἰούδα, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ῥουβήν, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Γάδ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·
5εκ φυλησ ιουδα δωδεκα χιλιαδεσ εσφραγισμεναι εκ φυλησ ρουβιμ δωδεκα χιλιαδεσ εκ φυλησ γαδ δωδεκα χιλιαδεσ
6ἐκ φυλῆς Ἀσήρ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Νεφθαλείμ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Μανασσῆ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·
6εκ φυλησ ασηρ δωδεκα χιλιαδεσ εκ φυλησ νεφθαλειμ δωδεκα χιλιαδεσ εκ φυλησ μανασση δωδεκα χιλιαδεσ
7ἐκ φυλῆς Συμεών, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Λευΐ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ἰσαχάρ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι·
7εκ φυλησ συμεων δωδεκα χιλιαδεσ εκ φυλησ λευι δωδεκα χιλιαδεσ εκ φυλησ ισαχαρ δωδεκα χιλιαδεσ
8ἐκ φυλῆς Ζαβουλών, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Ἰωσήφ, ιβ΄ χιλιάδες ἐσφραγισμένοι· ἐκ φυλῆς Βενιαμίν, ιβ΄ χιλιάδες ἐσφραγισμένοι.
8εκ φυλησ ζαβουλων δωδεκα χιλιαδεσ εκ φυλησ ιωσηφ δωδεκα χιλιαδεσ εκ φυλησ βενιαμιν δωδεκα χιλιαδεσ εσφραγισμεναι
9Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
9μετα ταυτα ειδον και ιδου οχλοσ πολυσ ον αριθμησαι ουδεισ εδυνατο εκ παντοσ εθνουσ και φυλων και λαων και γλωσσων εστωτασ ενωπιον του θρονου και ενωπιον του αρνιου περιβεβλημενουσ στολασ λευκασ και φοινικασ εν ταισ χερσιν αυτων
10καὶ κράζοντες φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ ἀρνίῳ.
10και κραζουσιν φωνη μεγαλη λεγοντεσ η σωτηρια τω θεω ημων τω καθημενω επι τω θρονω και τω αρνιω
11Καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,
11και παντεσ οι αγγελοι ειστηκεισαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων και επεσον ενωπιον του θρονου επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω
12λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
12λεγοντεσ αμην η ευλογια και η δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμισ και η ισχυσ τω θεω ημων εισ τουσ αιωνασ των αιωνων αμην
13Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον;
13και απεκριθη εισ εκ των πρεσβυτερων λεγων μοι ουτοι οι περιβεβλημενοι τασ στολασ τασ λευκασ τινεσ εισιν και ποθεν ηλθον
14Καὶ εἴρηκα αὐτῷ, Κύριε, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν στολὰς αὐτῶν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
14και ειπον αυτω κυριε μου συ οιδασ και ειπεν μοι ουτοι εισιν οι ερχομενοι εκ τησ θλιψεωσ τησ μεγαλησ και επλυναν τασ στολασ αυτων και ελευκαναν εν τω αιματι του αρνιου
15Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾿ αὐτούς.
15δια τουτο εισιν ενωπιον του θρονου του θεου και λατρευουσιν αυτω ημερασ και νυκτοσ εν τω ναω αυτου και ο καθημενοσ επι τω θρονω σκηνωσει επ αυτουσ
16Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ᾿ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·
16ου πεινασουσιν ετι ουδε διψησουσιν ετι ουδ ου μη πεση επ αυτουσ ο ηλιοσ ουδε παν καυμα
17ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
17οτι το αρνιον το ανα μεσον του θρονου ποιμαινει αυτουσ και οδηγει αυτουσ επι ζωησ πηγασ υδατων και εξαλειψει ο θεοσ παν δακρυον εκ των οφθαλμων αυτων
Tip: use the ← and → keys to turn chapters.