ヨブ記
Chapter 8
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1そこでシュア人ビルダデが答えた。
1ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει·
2あなたはいつまでこれらのことを語るのか。 あなたの口の言葉は激しい風なのか。
2μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυρρῆμον τοῦ στόματός σου;
3神は裁きを曲げられるだろうか。 全能者は義を曲げられるだろうか。
3μὴ ὁ Κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
4もしあなたの子らが神に対して罪を犯したなら、 神は彼らを、その背きの報いに引き渡されたのだ。
4εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.
5もしあなたが熱心に神を尋ね求め、 全能者に願い求めるなら、
5σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος.
6もしあなたがきよくて正しいなら、 きっと今、神はあなたのために動き出し、 あなたの義の住まいを栄えさせてくださるだろう。
6εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης·
7あなたの初めは小さくても、 あなたの終わりは非常に大きくなるだろう。
7ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα.
8どうか、過去の世代に尋ねてみよ。 その父祖の探究に心を留めよ。
8ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
9(私たちは昨日の者でしかなく、何も知らない。 地上での私たちの日々は影にすぎない。)
9χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.
10彼らはあなたに教え、告げ、 心から言葉を語るではないか。
10ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξάξουσι ρήματα;
11パピルスは泥なしに育つだろうか。 葦は水なしに育つだろうか。
11μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;
12それがまだ青々としており、刈り取られなくても、 他のどの草よりも先に枯れる。
12ἔτι ὂν ἐπὶ ρίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;
13神を忘れるすべての者の道もそのようである。 神を敬わない者の希望は滅び去る。
13οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται.
14その確信は打ち砕かれ、 その頼みとするものは蜘蛛の巣である。
14ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
15彼は自分の家に寄りかかるが、それは立たず、 彼はそれにすがりつくが、それは持ちこたえない。
15ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ·
16彼は太陽の前で青々としている。 その若枝は彼の園に伸びていく。
16ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ράδαμνος αὐτοῦ ἐξελεύσεται.
17その根は石の山に絡みつき、 石の間にまで根を張る。
17ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
18もし彼がその場所から滅ぼし去られるなら、 そこは彼を拒んで、『私はあなたを見たことがない』と言う。
18ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα,
19見よ、これが彼の道の楽しみ。 その地から別のものが芽を出す。
19ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει.
20見よ、神は咎のない人を退けず、 悪を行う者の手を支えない。
20ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
21神はなお、あなたの口を笑いで満たし、 あなたの唇を歓声で満たす。
21ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
22あなたを憎む者たちは恥をまとい、 悪者の天幕はもはやなくなる。
22οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.

Tip: use the ← and → keys to turn chapters.