申命記 1
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1これらは、ヨルダン川の向こう側、荒野、スフの向かい側のアラバで、パラン、トフェル、ラバン、ハツェロト、ディザハブの間で、モーセが全イスラエルに語った言葉である。
1ΟΥΤΟΙ οἱ λόγοι, οὓς ἐλάλησε Μωυσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς θαλάσσης ἀνὰ μέσον Φαρὰν Τοφὸλ καὶ Λοβὸν καὶ Αὐλὼν καὶ Καταχρύσεα·
2ホレブからセイル山を通る道を経てカデシュ・バルネアに至るには、十一日の道のりである。
2ἕνδεκα ἡμερῶν ἐκ Χωρὴβ ὁδὸς ἐπ᾿ ὄρος Σηεὶρ ἕως Κάδης Βαρνή.
3第四十年目の、第十一の月の最初の日に、主 がモーセに命じられたすべてのことに従って、モーセはイスラエルの子らに語った。
3καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησε Μωυσῆς πρὸς πάντας υἱοὺς Ἰσραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος αὐτῷ πρὸς αὐτούς.
4彼がヘシュボンに住んでいたアモリ人の王シホンと、アシュタロトとエドレイに住んでいたバシャンの王オグを打ち倒した後のことである。
4μετὰ τὸ πατάξαι Σηὼν βασιλέα Ἀμορραίων τὸν κατοικήσαντα ἐν Ἐσεβὼν καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν τὸν κατοικήσαντα ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν,
5ヨルダン川の向こう側、モアブの地で、モーセはこの律法を説明し始めて、言った。
5ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ Μωάβ, ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων·
6「私たちの神、主 はホレブで私たちに言われた。『あなたがたはこの山に長く住みすぎた。
6Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρὴβ λέγων· ἱκανούσθω ὑμῖν κατοικεῖν ἐν τῷ ὄρει τούτῳ·
7向きを変えて旅立ち、アモリ人の山地と、その近くのすべての場所、すなわちアラバ、山地、低地、南、海辺、カナン人の地、そしてレバノンへ行き、大河ユーフラテス川にまで行きなさい。
7ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἄραβα, εἰς ὄρος καὶ πεδίον καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου.
8見よ、 わたしはその地をあなたがたの前に置いた。入って行き、主があなたがたの父祖であるアブラハム、イサク、ヤコブに、彼らとその後の子孫 に与えると誓われたその地を所有しなさい。』」
8ἴδετε, παραδέδωκεν ἐνώπιον ὑμῶν τῆν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς.
9わたしはその時、あなたがたに語って言った。「わたし一人ではあなたがたを背負うことはできない。
9καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς·
10あなたがたの神、主があなたがたを増やされたので、見よ、今日、あなたがたは天の星のように多い。
10Κύριος ὁ Θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει·
11あなたがたの父祖の神、主が、あなたがたを今の千倍に増やし、約束されたとおりにあなたがたを祝福してくださるように!
11Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως καὶ εὐλογήσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν.
12わたし一人で、どうしてあなたがたの問題や、あなたがたの重荷や、あなたがたの争いを背負うことができようか。
12πῶς δυνήσομαι μόνος φέρειν τὸν κόπον ὑμῶν καὶ τὴν ὑπόστασιν ὑμῶν καὶ τὰς ἀντιλογίας ὑμῶν;
13あなたがたの部族の中から、知恵があり、理解力があり、よく知られている男たちを取りなさい。わたしは彼らをあなたがたの頭とする。」
13δότε ἑαυτοῖς ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς εἰς τὰς φυλὰς ὑμῶν, καὶ καταστήσω ἐφ᾿ ὑμῶν ἡγουμένους ὑμῶν.
14あなたがたはわたしに答えた。「あなたの言うとおりにするのがよいでしょう。」
14καὶ ἀπεκρίθητέ μοι καὶ εἴπατε· καλὸν τὸ ρῆμα ὃ ἐλάλησας ποιῆσαι.
15そこでわたしは、あなたがたの部族の頭である、知恵がありよく知られている男たちを取り、あなたがたの頭、すなわち千人の長、百人の長、五十人の長、十人の長、およびあなたがたの部族の役人とした。
15καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφοὺς καὶ ἐπιστήμονας καὶ συνετοὺς καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ᾿ ὑμῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν.
16わたしはその時、あなたがたの裁き人たちに命じて言った。「あなたがたの兄弟たちの間の事件を聞き、人とその兄弟、または彼とともに住む寄留者との間を義をもって裁きなさい。
16καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον ἀδελφοῦ καὶ ἀνὰ μέσον προσηλύτου αὐτοῦ.
17裁きにおいて人をえこひいきしてはならない。小さい者にも大きい者にも等しく耳を傾けよ。人を恐れてはならない。裁きは神に属するからである。あなたがたにとって難しすぎる事件は、わたしのところに持って来なさい。わたしがそれを聞こう。」
17οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι· καὶ τὸ ρῆμα, ὃ ἐὰν σκληρὸν ᾖ ἀφ᾿ ὑμῶν, ἀνοίσετε αὐτὸ ἐπ᾿ ἐμέ, καὶ ἀκούσομαι αὐτό.
18わたしはその時、あなたがたが行うべきすべてのことをあなたがたに命じた。
18καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ πάντας τοὺς λόγους, οὓς ποιήσετε.
19わたしたちはホレブを旅立ち、わたしたちの神、主がわたしたちに命じられたとおりに、あなたがたが見たあの大きくて恐ろしい荒野をすべて通り抜け、アモリ人の山地に向かう道を進み、カデシュ・バルネアに到着した。
19καὶ ἀπάραντες ἐκ Χωρὴβ ἐπορεύθημεν πᾶσαν τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν, καὶ ἤλθομεν ἕως Κάδης Βαρνή.
20わたしはあなたがたに言った。「あなたがたはアモリ人の山地に着いた。そこはわたしたちの神、主がわたしたちに与えてくださるところである。
20καὶ εἶπα πρὸς ὑμᾶς· ἤλθατε ἕως τοῦ ὄρους τοῦ Ἀμορραίου, ὃ Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν.
21見よ、あなたの神、主はあなたの前にその地を置かれた。あなたの父祖の神、主があなたに語られたとおりに、上って行ってそれを所有しなさい。恐れてはならない。また、おじけづいてはならない。」
21ἴδετε, παραδέδωκεν ἡμῖν Κύριος ὁ Θεὸς ὑμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε.
22するとあなたがたは皆、わたしのところに近づいて来て言った。「私たちの前に男たちを遣わし、彼らにその地を偵察させ、私たちが上って行くべき道や、私たちが至るべき町々について、報告を持ち帰らせましょう。」
22καὶ προσήλθατέ μοι πάντες καὶ εἴπατε· ἀποστείλωμεν ἄνδρας προτέρους ἡμῶν, καὶ ἐφοδευσάτωσαν ἡμῖν τὴν γῆν καὶ ἀναγγειλάτωσαν ἡμῖν ἀπόκρισιν τὴν ὁδόν, δι᾿ ἧς ἀναβησόμεθα ἐν αὐτῇ, καὶ τὰς πόλεις εἰς ἃς εἰσπορευσόμεθα εἰς αὐτάς.
23その提案はわたしを喜ばせた。わたしはあなたがたの中から各部族に一人ずつ、十二人の男たちを取った。
23καὶ ἤρεσεν ἐναντίον μου τὸ ρῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ φυλήν.
24彼らは向きを変えて山地へ上って行き、エシュコルの谷に至ってそこを偵察した。
24καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκόπευσαν αὐτήν.
25彼らはその地の実りを手に取り、わたしたちのところに持ち帰って報告した。「わたしたちの神、主が与えてくださる地は良い地です。」
25καὶ ἐλάβοσαν ἐν ταῖς χερσὶν αὐτῶν ἀπὸ τοῦ καρποῦ τῆς γῆς καὶ κατήνεγκαν πρὸς ὑμᾶς καὶ ἔλεγον· ἀγαθὴ ἡ γῆ, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν.
26それでもあなたがたは上って行くことを拒み、あなたがたの神、主の命令に背いた。
26καὶ οὐκ ἠθελήσατε ἀναβῆναι, ἀλλ᾿ ἠπειθήσατε τῷ ρήματι Κυρίου τοῦ Θεοῦ ἡμῶν
27あなたがたは自分たちの天幕の中でつぶやいて言った。「主は私たちを憎んでいるからこそ、私たちをエジプトの地から導き出し、アモリ人の手に引き渡して滅ぼそうとされているのだ。
27καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε· διὰ τὸ μισεῖν Κύριον ἡμᾶς, ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου παραδοῦναι ἡμᾶς εἰς χεῖρας Ἀμορραίων, ἐξολοθρεῦσαι ἡμᾶς.
28私たちはどこへ上って行くのか。私たちの兄弟たちが、『その民は私たちよりも大きく背が高い。町々は大きく、城壁は天にまで届いている。その上、そこでアナクの子孫を見た』と言って、私たちの心をくじかせたのだ。」
28ποῦ ἡμεῖς ἀναβαίνομεν; οἱ δὲ ἀδελφοὶ ὑμῶν ἀπέστησαν τὴν καρδίαν ὑμῶν λέγοντες· ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ, ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ.
29そこでわたしはあなたがたに言った。「恐れてはならない。彼らを怖がってはならない。
29καὶ εἶπα πρὸς ὑμᾶς· μὴ πτήξετε, μηδὲ φοβηθῆτε ἀπ᾿ αὐτῶν·
30あなたがたの先頭に立って行かれるあなたがたの神、主が、エジプトであなたがたの目の前で、あなたがたのために行われたすべてのことと同じように、あなたがたのために戦われる。
30Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν αὐτὸς συνεκπολεμήσει αὐτοὺς μεθ᾿ ὑμῶν κατὰ πάντα, ὅσα ἐποίησεν ὑμῖν ἐν γῇ Αἰγύπτῳ
31また荒野でも、あなたがこの場所に着くまで歩んできたすべての道で、人が自分の息子を抱きかかえるように、あなたの神、主があなたを抱きかかえられたのを、あなたは見た。」
31καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, ἣν εἴδετε, ὁδὸν ὄρους τοῦ Ἀμορραίου, ὡς ἐτροφοφόρησέ σε Κύριος ὁ Θεός σου, ὡς εἴ τις τροφοφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, κατὰ πᾶσαν τὴν ὁδὸν εἰς ἣν ἐπορεύθητε, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον.
32しかし、このことにおいても、あなたがたはあなたがたの神、主を信じなかった。
32καὶ ἐν τῷ λόγῳ τούτῳ οὐκ ἐνεπιστεύσατε Κυρίῳ τῷ Θεῷ ἡμῶν,
33主はあなたがたの先頭に立って道を進み、あなたがたが天幕を張る場所を探し、夜は火の中にいてあなたがたが行くべき道を示し、昼は雲の中におられた。
33ὃς προπορεύεται πρότερος ὑμῶν ἐν τῇ ὁδῷ ἐκλέγεσθαι ὑμῖν τόπον, ὁδηγῶν ὑμᾶς ἐν πυρὶ νυκτός, δεικνύων ὑμῖν τὴν ὁδὸν καθ᾿ ἣν πορεύεσθε ἐπ᾿ αὐτῆς, καὶ ἐν νεφέλῃ ἡμέρας.
34主はあなたがたの言葉を聞いて怒り、誓って言われた。
34καὶ ἤκουσε Κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν καὶ παροξυνθεὶς ὤμοσε λέγων·
35「わたしが彼らの父祖たちに与えると誓ったあの良い地を、この悪の世代の男たちはだれ一人として見ることはない。
35εἰ ὄψεταί τις τῶν ἀνδρῶν τούτων τὴν γῆν ἀγαθὴν ταύτην, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν,
36ただし、エフネの子カレブは例外である。彼はそれを見る。わたしは彼が踏んだその地を、彼とその子供たちに与える。彼が主に完全に従ったからである。」
36πλὴν Χάλεβ υἱὸς Ἰεφοννή, οὗτος ὄψεται αὐτήν, καὶ τούτῳ δώσω τὴν γῆν, ἐφ᾿ ἣν ἐπέβη, καὶ τοῖς υἱοῖς αὐτοῦ διὰ τὸ προσκεῖσθαι αὐτὸν τὰ πρὸς Κύριον.
37主はあなたがたのゆえにわたしにも怒って、言われた。「あなたもそこに入ることはできない。
37καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι᾿ ὑμᾶς λέγων· οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ·
38あなたの前に立つヌンの子ヨシュア、彼がそこに入る。彼を励ましなさい。彼がイスラエルにそれを受け継がせるからである。
38Ἰησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσραήλ.
39また、捕虜になるか殺されるだろうとあなたがたが言ったあなたがたの幼子たち、今日善悪の知識を持たないあなたがたの子供たち、彼らがそこに入る。わたしは彼らにそれを与え、彼らがそれを所有する。
39καὶ πᾶν παιδίον νέον, ὅστις οὐκ οἶδε σήμερον ἀγαθὸν ἢ κακόν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτήν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν.
40しかしあなたがたは向きを変え、紅海への道を通って荒野へ旅立ちなさい。」
40καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης.
41するとあなたがたはわたしに答えた。「私たちは主に対して罪を犯しました。私たちの神、主が命じられたとおり、上って行って戦います。」あなたがたはそれぞれ武器を身に着け、軽率にも山地へ上ろうとした。
41καὶ ἀπεκρίθητε καὶ εἴπατε· ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν· ἡμεῖς ἀναβάντες πολεμήσομεν κατὰ πάντα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ συναθροισθέντες ἀνεβαίνετε εἰς τὸ ὄρος.
42主はわたしに言われた。「彼らに言いなさい。『上って行ってはならない。また戦ってはならない。わたしはあなたがたのただ中にはいないからである。あなたがたが敵の前に打ち倒されることがないためである。』」
42καὶ εἶπε Κύριος πρός με· εἰπὸν αὐτοῖς· οὐκ ἀναβήσεσθε οὐδὲ μὴ πολεμήσετε, οὐ γάρ εἰμι μεθ᾿ ὑμῶν· καὶ οὐ μὴ συντριβῆτε ἐνώπιον τῶν ἐχθρῶν ὑμῶν·
43そこでわたしはあなたがたに語ったが、あなたがたは聞き従わなかった。あなたがたは主の命令に背き、高ぶって山地へ上って行った。
43καὶ ἐλάλησα ὑμῖν, καὶ οὐκ εἰσηκούσατέ μου καὶ παρέβητε τὸ ρῆμα Κυρίου καὶ παραβιασάμενοι ἀνέβητε εἰς τὸ ὄρος.
44その山地に住んでいたアモリ人があなたがたを迎え撃つために出て来て、蜂のようにあなたがたを追いかけ、セイルにおいてホルマにまであなたがたを打ち砕いた。
44καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ εἰς συνάντησιν ὑμῖν καὶ κατεδίωξαν ὑμᾶς, ὡσεὶ ποιήσαισαν αἱ μέλισσαι, καὶ ἐτίτρωσκον ὑμᾶς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ.
45あなたがたは帰って来て主の前で泣いた。しかし主はあなたがたの声に耳を傾けず、あなたがたに耳を貸されなかった。
45καὶ καθίσαντες ἐκλαίετε ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ εἰσήκουσε Κύριος τῆς φωνῆς ὑμῶν οὐδὲ προσέσχεν ὑμῖν.
46こうしてあなたがたは、そこにとどまっていた日数に従って、多くの日をカデシュにとどまった。
46καὶ ἐνεκάθησθε ἐν Κάδης ἡμέρας πολλάς, ὅσας ποτὲ ἡμέρας ἐνεκάθησθε.
Tip: use the ← and → keys to turn chapters.